Papyri.info

sign in

67173 P. Cairo Masp. 2 = Trismegistos 61072 = LDAB 2209 = oxford-ipap.apis.254 = oxford-ipap.apis.253 = oxford-ipap.apis.255



Introduction

This papyrus has been digitally edited by Jan Königer and revised by Vincenzo Damiani as part of the Project Anagnosis

DCLP transcription: 61072 [xml]

r
Ἦ̣ [ρ]α̣ κ̣[αὶ] ἐγχος αφήκ̣[εν], ἑκὼν δ’ [ἠμάρτα]νε φωτός·
δ̣[ε]ξ̣ι̣τερόνδ’ ϋπ[ε]ρ ὦμον εΰξου [δουρὸς ἀ]κωκὴ̣
ἐ̣ν̣ γαίῃ ἐ̣πάγη ὁ δ’ ἀρ’ ἔστη τά̣[ρβησέν τε]
βαμβαίνων· ἄρ̣α[βο]ς̣ δὲ διὰ στόμα γ̣ί̣γ̣[νετ’ ὀδόντων]
5χλωρὸς ΰπαὶ δ[ε]ίου[ς] τώδ’ ἀσθμαίνοντ[ε κιχήτην]
χειρῶν \δ’/ ἁψάσ̣θ̣η̣ν̣· ὁ̣ δ̣ὲ δακρύσας ἔπο̣[ς ηὔδα]
'Ζωγρεῖτ’ αὐτὰ[ρ] ἐγὼν ἐμὲ λύσομαι· ἔσ[τ]ι̣ [γὰρ ἔνδον]
χαλκός τε χρυσ̣ό̣ς τε πολύκμ̣η̣τ̣ό̣ς̣ τ̣ε̣ σ̣ί̣[δη]ρ̣[ος]
τῶν χ’ μῖν χα[ρί]σαιτο πατὴ[ρ ἀ]π̣ε̣ρείσι’ []ποιν̣[α]
10εἴ κεν ἐμὲ̣ ζωὸ̣ν̣ πεπύθο[ιτ ἐ]πὶ νηυσὶν []χαιῶ̣[ν]'
τόνδ’ ἀπ̣α̣μ̣ε̣ι̣β̣ό̣μενος̣ π̣ρ̣ο̣σ̣[έφη] π̣ο̣λύμητ̣[ις Ὀδυσσεύς]
'θάρσει, μ̣ηδ̣ὲ τ̣ί̣ τ̣ο̣ι̣ θ̣άν̣[ατος] κ̣αταθ̣ύ̣[μιος ἔστω]
αλλ’ ἄγ̣ε μοι τόδε εἰπὲ̣ κ̣[αὶ ἀτρεκέως κατάλεξον]
τίφθ’ οὕτως ἐπὶ νῆας ἀπὸ̣ [στρατοῦ ἔρχεαι οἷος]
15νύκτα δι’ ὀρ̣φ̣[ναίη]ν̣’ ὅτε θ’ [εὔδουσι βροτοὶ ἄλλοι]
[ἤ τ]ι̣[να σ]υ̣[λήσων] ν̣εκύ[ων κατατεθνηώτων]
[ἦ σ’ Ἕκτωρ προέ]η̣κ̣ε̣ [διασκο]πιᾶσ[θαι ἕκαστα]
[νῆας ἔπι γλαφυ]ρ̣ὰ̣ς̣; [ἦ σ’ αυτὸν] θυμ[ὸς ἀνῆκε;]'
[τόνδ’ ἠμείβετ]’ ἔ̣π̣ει̣[τα Δόλων ὑ]π̣ὸ δ’ [ἔτρεμε γυῖα]
20'[πολλῇσίν μ’ ἄτη]σ̣ι̣ πα̣[ρὲκ νόον ἤγαγεν Ἕκτωρ]
[ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους]
[δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ]
[ἠνώγει δέ] μ̣’ [ἰόντα θοὴν διὰ νύκτα μέλαιναν]
[ἀνδρῶν δυ]σ̣μ̣[ενέων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι]
25[ἠὲ φυλάσσον]τ̣[αι νῆες θο]α̣ὶ̣ ὡ̣ς̣ τὸ [πάρος περ]
[ἦ ἤδη χείρε]σ̣σ̣ι̣ν̣ [ὑφ’ ἡμε]τ̣έρ̣η̣σ̣ι̣ δ[αμέντες]
[φύξιν βουλ]ε̣ύ̣ο̣ι̣σ[θε μετὰ] σφίσιν· οὐ̣[δ’ ἐθέλοιτε]
[νύκτα φυλασσέ]μ̣[εναι κα]μάτω ἀδη̣κ̣[ότες αἰνῶ]'
[τὸν δ’ ἐπιμει]δ̣[ήσας πρ]ο̣σέφη πολύμη̣τ[ις Ὀδυσσεύς:]
30'[ἦ ῥά νύ τοι με]γ̣ά̣λ̣ω̣[ν δώρων] ἐπεμαίετο̣ θ̣υ̣[μὸς]
[ἵππων Αἰακίδ]α̣ο̣ δ̣α̣[ΐφρονο]ς· ὁἳ δ’ ἀλεγε[ινοὶ]
[ἀνδράσι γε θνητ]ο̣ῖ̣[σι δαμή]μ̣ε̣ν̣α̣ι̣ ἠδ’ ὀ̣[χέεσθαι]
[ἄλλω γ’ ἢ Ἀχιλῆϊ ] τ̣[ὸν ἀθανάτη τέκε μήτηρ]
[ἀλλ’ ἄγε μοι] τ̣[όδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον]
35[ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν]
[ποῦ δέ οἱ ἔ]ν̣[τεα κεῖται ἀρήϊα ποῦ δέ οἱ ἵπποι]'
v
'[π]ῶ̣ς δαὶ τῶ̣[ν ἄλλων] Τρώων φυ̣λ̣ακαί τε καὶ εὐν[αι
[ἅσσά τε μητιόωσι] μετά σφίσιν ἠ μεμάασιν
[αὖθι μένειν παρὰ ν]ηυσὶν ἀπόπροθεν. ἠε πόλινδὲ̣
[ἂψ ἀναχωρήσ]ουσιν ἐπεὶ δαμ̣άσαντό γ’ Ἀχαιούς·'
5[τὸν δ’ αὖτε π]ροσέειπε Δόλων Εὐμήδ̣ε̣ος υΐός·
'[τοὶ γὰρ ἐγώ] τ̣οῖ ταῦτα μάλ’ ἀτρεκέως [κ]α̣ταλέξω·
[Ἕκτω]ρ̣ [μὲ]ν̣ μετὰ τοῖσιν ὅσοι βουληφόροι ἐἰσίν
[βου]λὰς̣ [βο]υ̣λεύει θέ̣ί̣ου παρὰ σήματι Ϊλου
[νόσ]φιν ἀπὸ φλοίσβου [φ]υλακὰς δ’ ἅ[ς] είρεα̣ι ἥρως.
10[οὔ τις κε]κριμένη ῥ[ύετ]α̣ι̣ στρατὸν οὐδὲ φυ\λ/άσ\σ/ ει·
[ὅσσαι μὲν] Τρώων π[υρὸς] ἐσχάραι· οίσιν ἀνάγκη
[οἷ δ’ ἐγρηγό]ρθασ̣ι̣ φυ̣[λασσ]έμεναί τε κέλονται̣
[ἀλλήλοις ἀτὰρ αὖτε π]ο̣λύκλητοι τ’ ἐπίκουροι
[εὕδουσι Τρωσὶν γὰρ ἐπ]ιτρα̣πέουσ̣ι φυλάσσειν·
15[οὐ γάρ σφιν] π̣[αῖδες σχε]δ̣όν εἴατα̣[ι οὐ]δ̣ὲ γυναίκες'
[τὸν δ’ ἀπαμει]βόμ[ενος προσ]έφη [πολύμητις] Ὀ̣[δυ]σ̣[σεύς]
'[πῶς γὰρ νῦν Τ]ρ̣ώε[σσι μεμιγ]μ̣ένο[ι ἱπποδάμοισιν]
[εὕδουσ’ ἦ ἀπ]άνε[υθε δίειπ]έ μ[οι ὄφρα δαείω]'
[τὸν δ’ ἠμείβ]ε̣τ̣’ [ἔπειτα Δόλ]ω̣ν Ε[ὐμήδεος υἱός·]
20'[τοὶγὰρ ἐγὼ καὶ ταῦτα μάλ’ ἀ]τ̣ρ̣ε̣κ̣[έως καταλέξω]
[πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι]
[καὶ Λέλεγες καὶ Καύκωνες δ]ῦο[ι τε Πελασγοί]
[πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι Μυσ]οί τ’ [ἀγέρωχοι]
[καὶ Φρύγες] ι[ππ]ό̣[μαχοι καὶ Μή]ο̣ν̣ε̣[ς ιπποκορυσταί]
25[ἀλλὰ τί ἢ ἐμὲ] ταῦτα δ̣[ιεξερέ]ε̣σ̣θ[ε ἕκαστα]
[εi γὰρ δὴ μέ]μ̣ατον Τρ[ώων κατ]αδῦν[αι ὅμιλον]
[Θρήϊκες οἷ]δ’ ἀπάνε[υθε νεή]λυδες [ἔσχατοι ἄλλων]
[ἐν δέ σ]φιν Ῥῆσος βασ̣ι̣[λεὺς π]α̣ῖς Ἠ[ϊονῆος]
[τοῦ δὴ] καλλίστους ϊππ̣[ους ἴδον] ἠδὲ [μεγίστους]
30[λευ]κότεροι χιόνος· [θείειν δ’] ἀ̣νέμο[ισιν ὁμοῖοι]
[ἅρμ]α̣ δ̣έ οἱ χρυσῶ\ι/ τ[ε καὶ ἀργ]ύ̣ρ̣ω̣\ι/ εὖ [ἤσκηται]
[τεύχεα δ]ὲ̣ χ̣[ρύ]σ̣εια̣ [πελώρια] θ̣α̣ῦ̣μ̣α̣ [ἰδέσθαι]
[ἤλυθ’ ἔχων τὰ μὲν οὔ τι κατα]θ̣ν̣η̣τ̣οῖ̣[σιν ἔοικεν]
[ἄνδρεσσιν φορέειν ἀλλ’ ἀθαν]ά̣τ̣ο̣ι̣σ̣ι̣ [θεοῖσιν]
35[ἀλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πε]λ̣ά̣σ̣σ̣ε̣τ̣ον [ὠκυπόροισιν]
[ἠέ με δήσαντες λίπετ’] αὐτ̣ό̣θ̣ι̣ νη[λέϊ δεσμῷ]'

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.