Papyri.info

sign in

Trismegistos 60761 = LDAB 1888



Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60761 [xml]

column 1Imaged 2010-2015 by [unidentified responsible individual]

Τροιζ[ῆν’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον],
οἵ τ’ ἔχον [Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν],
τῶν αὖθ’ [ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης]
καὶ Σθέν[ελο]ς̣, [Καπανῆος ἀγακλειτοῦ φίλος υἱός]·
5τοῖσι δ’ ἅ[μ]’ Εὐρ[ύαλος τρίτατος κίεν ἰσόθεος φὼς]
Μηκιστέος υἱὸς [Τ]α[λαϊονίδαο ἄνακτος]·
συμπά[ν]τ̣ων δ’ ἡγεῖ[το βοὴν ἀγαθὸς Διομήδης]·
τοῖσι δ’ ἅ[μ]’ ὀγδ[ώκοντα μέλαιναι νῆες ἕποντο].
οἳ δὲ Μυκήνας εἶχον̣ [ἐϋκτίμενον πτολίεθρον]
10ἀφνε̣ιόν τε̣ Κόριν̣[θον ἐϋκτιμένας τε Κλεωνάς],
Ὀ̣ρνεισαί⟦ι⟧ τ’ ἐνέμον[το Ἀραιθυρέην τ’ ἐρατεινὴν]
καὶ̣ Σικυῶν’, ὅθ’ ἄρ’ Ἄδρ[ηστος πρῶτ’ ἐμβασίλευεν],
[οἵ] θ’ Ὑπερησεί̣η̣ν τε κ[αὶ αἰπεινὴν Γονόεσσαν]
[Πε]λ̣λ̣ήν̣η̣ν̣ τ’ εἶ̣[χ]ο̣ν ἠ̣[δ’ Αἴγιον ἀμφενέμοντο]
15Αἰγιαλόν τ’ ἀνὰ πάντα̣ [καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν],
τῶν ἑκα[τ]ὸν νηῶν [ἦρχε κρείων Ἀγαμέμνων]
[Ἀτρεΐδης· ἅ]μ̣α̣ [τ]ῶ[ι] γε π̣[ολὺ πλεῖστοι καὶ ἄριστοι]
[λαοὶ ἕποντ’· ἐ]ν̣ δ’ αὐτ̣[ὸς ἐδύσετο νώροπα χαλκὸν]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.