Papyri.info

sign in

Trismegistos 60583 = LDAB 1707 = princeton.apis.p29



Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60583 [xml]

column 1Imaged 1990-2016 by [unidentified responsible individual]

[σεύατ’ ἐφ’ ἱπποπόλ]ων Θρηικῶν ὄρεα νιφόεντα·
[ἀκροτάτας κορυφά]ς̣ οὐδὲ χ̣θόνα μάρπτε ποδοῖιν·
[ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐ]β̣ήσετο κ̣υμαίνοντα·
[Λῆμνον δ’ εἰσαφίκανε π]ό̣λιν θείοιο Θόαντος·
5[ἔνθ’ Ὕπνωι ξύμβλητο κα]σιγνήτω<ι> Θανάτοιο,
[ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφα]τ̣’ ἔκ̣ τ’ ὀνόμα̣ζ̣ε·
'[Ὕπνε ἄναξ πάντων τ]ε̣ θε̣ῶν [πάντω]ν τ’ ἀνθρώπων·
[ἠμὲν δή ποτ’ ἐμ]ε̣ῦ̣ ἔπο[ς ἔκλυ]ες, ἠ[δ]’ ἔ̣[τι] κ̣αὶ νῦν·
[πείθε· ἐγὼ δέ κ]έ τοι ἰδ[έω χ]άριν ἤ[ματα πάν]τα.
10[κοίμησόν μοι Ζη]νὸ̣ς̣ ὑ[π’ ὀφ]ρ̣ύσ̣ιν̣ ὄ̣[σσε φα]ε̣ι̣νὼ
[αὐτίκ’ ἐπεί κεν ἐ]γ̣ὼ π̣αρ̣[αλέ]ξ̣ο̣μ̣[αι ἐν φιλότ]ητι̣.
[δῶρα δέ τοι δώσω κ]αλὸν [θρόνον ἄφθιτον αἰε]ὶ·
[χρύσεον Ἥφαιστος] δέ̣ κ’ ἐμ̣[ὸ]ς πά[ϊς ἀμφιγυή]εις{·}
[τεύξει’ ἀσκήσας, ὑπ]ὸ̣ δὲ θ[ρῆ]νυν̣ [ποσὶν ἥσει],
15[τῶι κεν ἐπισχοίας] λιπαροὺς πό̣[δας εἰλαπι]ν̣άζων̣.'
[τὴν δ’ ἀπαμειβόμ]ε̣νος προσε̣[φώνεε νή]δυμ̣[ος Ὕπνος]·
'[Ἥρη πρέσβα θεὰ θύγ]α̣τερ μεγάλοιο Κ̣ρόνοιο
[ἄλλον μέν κεν ἔγω]γ̣ε θεῶν αἰειγενετ̣ά̣ω̣ν̣
[ῥεῖα κατευνήσαιμι, κ]αὶ ἂν   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ (?)ποταμοῖο ῥέεθρα
20[Ὠκεανοῦ, ὅς περ γέ]ν̣εσις πάντεσσι τέτυκται·
[Ζηνὸς δ’ οὐκ ἂν ἔγ]ω̣γε Κρονίονος ἆσσον ἱ<κ>οίμην·
[οὐδὲ κατευνήσαιμ]’, ὅ̣[τε] μὴ αὐτός γε κελεύοι·
[ἤδη γάρ με καὶ ἄλλο τεὴ] ἐ̣π̣ένυσσεν ἐφετμὴ
[ἤματι τῶι ὅτε κεῖνος] ὑ̣πέρθυμος Διὸς υἱὸς{·}
25[ἔπλεεν Ἰλιόθεν Τρ]ώ̣ων πόλιν ἐξαλαπάξας·
[ἤτοι ἐγὼ μὲν ἔλεξα Δ]ι̣ὸς νόον αἰγιόχοι̣ο
[νήδυμος ἀμφιχυθείς]· σ̣ὺ δ̣έ̣ ο̣ἱ̣ κακ’ ἐμήσαε θυμῶ[ι]
[ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας],
[καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας]'
column 2Imaged 1990-2016 by [unidentified responsible individual]

'νό̣σφι φίλων πάντων. ὃ δ’ ἐπεγρόμενος̣ χαλέπ̣[αινεν]
ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ’ ἔξο̣χα πάν̣[των]
ζή̣τει· καί κέ μ̣’ ἄϊστον ἀπ’ αἰθέρος ἔμ[βαλε πόντωι],
ε̣ἰ μὴ Νὺξ ⟦δ⟧μήτειρα θεῶν ἐσάωσε καὶ̣ [ἀνδρῶν]·
5τὴν ἱκόμην φεύγων· ὃ δ’ ἐπαύσατο χω[όμενός περ].
ἅζετο γὰρ μὴ Νυκτὶ θοῆι ἀποθύμια ἕρδ[οι].
νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλ[λο τελέσσαι].'
τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥ[ρη]·
'Ὕπνε τίη δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῆ<ι>σι με̣νοινᾶις;
10ἦ φὴ<ι>ς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆ[ν]
ὡ̣ς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο·
ἀλλ’ ἴθ{ι}’· ἐγὼ δέ κέ τοι Χαρίτων μ̣ίαν ὁπλοτε[ράων]
δ̣ώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθα̣ι ἄκοι̣[τιν].'
ὣς φάτο· χήρατο δ’ Ὕπνος, ἀμοιβόμενος δὲ προ[σηύδα]·
15'ἄγρει νῦν μοι ὄμοσ<σ>ον ἀά<α>τον Στυγὸς ὕδωρ·
χειρὶ δὲ τῆι ἑτέρ̣ηι μὲν ἕλε χθόνα πο<υ>λυβό̣τειρ̣[αν],
τῆι δ’ ἑτέρηι ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
μάρ[τ]υροι ὦσ’ οἳ ἔνερθε θεο̣ὶ̣ Κ̣ρόνον ἀμφὶς ἐόντ  ̣ (?)ε[ς],
ἦ μ̣[ὲ]ν̣ ἐμοὶ δώσειν Χαρίτων μία\ν/ ὁπλοτερά̣ων̣
20Πασιθέην· ἧς αὐτὸς ἐέλδομαι ἤματα̣ [πάντα].'
ὣς ἔφ̣ατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος̣ Ἥ̣[ρη],
ὤμ̣νυε δ’ ὡς ἐκέλευε, θεοὺς δ’ ὀνόμην̣[εν ἅπαντας]
τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
αὐτὰρ ἐ̣πεί γ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
25τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε[⁦ -ca.?- ⁩]
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντα⟦υε̣⟧ κελεύθου·
Ἴ̣δη̣ν δ’ ἱκέσθην πολυπ̣ίδακα μητέρα θηρῶν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Image [open in new window]

Notice: Each library participating in APIS has its own policy concerning the use and reproduction of digital images included in APIS. Please contact the owning institution if you wish to use any image in APIS or to publish any material from APIS.