Papyri.info

sign in

P. Oxy. 2651 = Trismegistos 60100 = LDAB 1214



Introduction

This text has been digitally edited by Oliver Donath and Holger Essler as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung. Revision by Holger Essler.

DCLP transcription: 60100 [xml]

[ὑμεῖς μὲν νῦν χαίρ]ε̣τ̣᾿ [Ὀλύμπια δώματ' ἔχοντες,]
[νῆσοί τ' ἤπειροί] τ̣ε κ̣[αὶ ἁλμυρὸς ἔνδοθι πόντος·]
[νῦν δὲ θεάων φῦλ]ο̣ν̣ ἀ̣ε̣ί̣[σατε, ἡδυέπειαι]
[ΜοῦσαιὈλυμπιά]δ̣ε̣ς̣, κ̣ο̣[ῦραι Διὸς αἰγιόχοιο,]
5[ὅσσαι δὴ θνητοῖσι] π̣αρ̣' ἀ̣[νδράσιν εὐνη]θ̣[εῖσαι]
[ἀθάναται γείναν]τ̣ο̣ θ̣εοῖ(*)ς [ἐπιείκελ]α̣ τέ[κνα.]
[Δημήτηρ] μὲ̣ν̣ Π̣λοῦτο[ν ἐγεί]ν̣ατο δ̣[ῖα θεάων,]
[Ἰασίῳ ἥρωι] μ[ι]γ̣ε̣ῖ̣σ̣’ ἐ̣ρ̣ατῇ̣ φι[λ]ότητι
[νειῷ ἔνι τρι]πόλωι Κ̣ρ̣ήτης ἐ̣ν πείον̣[ι](*) [δήμῳ,]
10[ἐσθλόν, ὃς εἶ]σ̣’ ἐπὶ γῆ̣ν τε καὶ εὐρ̣έα νῶ[τα θαλάσσης]
[πᾶσαν· τῷ δὲ τυ]ό̣ντι κ̣αὶ οὗ κ’ ἐς χεῖρα̣[ς ἵκηται,]
[τὸν δὴ ἀφνειὸν ἔθ]ηκε πολὺν δέ οἱ ὤπ[ασεν ὄλβον.]
[Κάδμῳ δ'Ἁρμονίη,] θυγάτηρ χρυσῆς Ἀφ[ροδίτης,]
[Ἰνὼ καὶ Σεμέλην] κ̣αὶ̣ Ἀγαυὴν καλλιπ[άρηον]
15[Αὐτονόην θ', ἣν γῆμεν]᾿Α̣ρισταῖος βαθ̣[υχαίτης,]
[γείνατο καὶ Πολύδωρο]ν̣ ἐυστεφάνῳ [ἐνὶ Θήβῃ.]
[κούρη δ'Ὠκεανοῦ Χρυσ]ά̣ορι καρτεροθύ̣[μῳ]
[μιχθεῖσ' ἐν φιλότητι π]ο̣λυχρ̣ύσου Ἀφρ̣[οδίτης]
[Καλλιρόη τέκε παῖδα βρο]τ̣ῶ̣ν καλλισ̣[τον](*) [ἁπάντων,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 6. θ̣εοῖσ papyrus
^ 9. l. πίον̣[ι]
^ 19. pap. : κάρτιστον mss.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.