Papyri.info

sign in

Trismegistos 60062 = LDAB 1176



Introduction

This papyrus has been digitally edited by Christian Sailer and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60062 [xml]

fragment 196Imaged 2000-2015 by [unidentified responsible individual]

[⁦ -ca.?- ⁩]της ἀγὸς ἀνδρῶν [αἰχμ]ητάων
[⁦ -ca.?- ⁩]ης πάντων ἀριδε[ίκετ]ος ἀνδρῶν·
[⁦ -ca.?- ⁩]ας τε καὶ ἔγχεϊ ὀξ[υόε]ντ̣ι·
[⁦ -ca.?- ⁩]  ̣ου λιπαρὴν πόλι[ν ε]ἵνεκα κούρης
5[Ἀργεΐης, ἣ εἶ]δ̣ος ἔχε χρυσέης Ἀφ[ροδί]της·
[⁦ -ca.?- ⁩]ν Χαρίτων ἀμαρ[ύγμ]ατ’ ἔχουσαν·
[⁦ -ca.?- ⁩]Τυνδαρέω βασ[ιλῆ]ο̣ς
[⁦ -ca.?- ⁩]ροισι δόμοις [  ̣  ̣  ̣  ̣  ̣] κυανῶπις·
[⁦ -ca.?- ⁩]   ̣  ̣  ̣  ̣  ̣μεγε[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣υτε̣  ̣[⁦ -ca.?- ⁩]
10[⁦ -ca.?- ⁩]κῶν  ̣[⁦ -ca.?- ⁩]
fragment 197Imaged 2000-2015 by [unidentified responsible individual]

τοσσαύτας δὲ γυναῖκας ἀμύμονα ἔργ’ ἰδυίας,
πάσας χρυσείας φιάλας ἐν χερσὶν ἐχούσας.
καί νύ κε δὴ Κάστωρ τε καὶ ὁ κρατερὸς Πολυδεύκης
γαμβρὸν ποιήσαντο κατὰ κράτος, ἀλλ’ Ἀγαμέμνων
15γαμβρὸς ἐὼν ἐμνᾶτο κασιγνήτωι Μενελάωι.
υἱὼ δ’ Ἀμφιαρήου Ὀϊκλεΐδαο ἄνακτος
ἐ̣ξ Ἄργ̣εος ἐμνῶντο μά̣[λ’ ἐγ]γύθ̣εν· ἀλλ’ ἄρα καὶ τοὺς
[  ̣  ̣  ̣]ε̣ θεῶν [- ca.12 -νέ]μεσίς τ̣’ ἀ̣[νθρώπων]
[5]θητ̣[⁦ -ca.?- ⁩]
fragment 198Imaged 2000-2015 by [unidentified responsible individual]

20ἀλλ’ οὐκ ἦν ἀπάτης ἔργον παρὰ Τυνδαρίδηισιν.
ἐκ δ’ Ἰθάκης ἐμνᾶτο Ὀδυσσῆος ἱερὴ ἴς,
υἱὸς Λαέρταο πολύκροτα μήδεα εἰδώς.
δῶρα μὲν οὔποτ’ ἔπεμπε τανισφύρου εἵνεκα κούρης·
ἤιδεε γὰρ κατὰ θυμὸν ὅτι ξανθὸς Μενέλαος
25νικήσει, κτήν<ε>ι γὰρ Ἀχαιῶν φέρτατος ἦεν·
ἀγγελίην δ’ αἰεὶ Λακεδαίμονάδε προΐαλλεν
Κάσ̣[τ]ο̣ρ̣[ί θ’] ἱπποδ̣ά̣μ̣ω̣ι̣ κ̣αὶ ἀεθλοφόρωι Πολυδεύκει·
[⁦ -ca.?- ⁩ο]νος υἱὸς
[⁦ -ca.?- ⁩ἔε]δ̣να
30[⁦ -ca.?- ⁩]λ̣[α]β̣ο̣ῦ̣σ̣α̣[  ̣]
fragment 199Imaged 2000-2015 by [unidentified responsible individual]

Κάστορί θ’ ἱπποδάμωι καὶ ἀεθλοφόρωι Πολυδεύκει
ἱμείρων Ἑλένης πόσις ἔμμεναι ἠϋκόμοιο,
εἶδος οὔτι ἰδών, ἀλλ’ ἄλλων μῦθον ἀκούων.
——
ἐκ Φυλάκης δ’ ἐμνῶντο δύ’ ἀνέρες ἔξοχ’ ἄριστοι̣,
35υἱός τ’ Ἰφίκλοιο Ποδάρκης Φυλακίδαο
ἠΰς τ’ Ἀκτορίδης ὑπερήνωρ Πρωτεσίλαος·
ἄμφω δ’ ἀγγελίην Λακεδαίμονάδε προΐαλλον
Τυνδαρέου π[οτ]ὶ̣ δῶμα δαΐφρονος Οἰβαλίδαο,
πολλὰ δ’ ἔεδν[α δίδον,] μέγα γὰρ κλέο̣ς̣ [ἔσκε γυ]ναικός,
40χαλ̣κ̣[⁦ -ca.?- ⁩]
χρυ̣[σ⁦ -ca.?- ⁩]
fragment 200Imaged 2000-2015 by [unidentified responsible individual]

Ἀργεΐης Ἑλένης πόσις ἔμμενα[ι ἠϋκόμοιο.]
ἐκ δ’ ἄρ’ Ἀθηνέων μνᾶθ’ υἱὸς Π[ετεῶο Μενεσθεύς]
πολλὰ δ’ ἔεδνα δίδου· κειμήλια γ[ὰρ μάλα πολλὰ]
45ἔκτητο χρυσόν τε λέβητάς τ[ε τρίποδάς τε]
καλά, τά ῥ’ ἔνδοθι κεῦθε δόμος [Πετεῶο ἄνακτος.]
οἷς μιν θυμὸς ἀνῆκεν ἐεδνώσ[ασθαι ἄκοιτιν]
πλεῖστα πορόντ’, ἐπεὶ ο[ὔ]τιν’ ἐέλπε̣[το φέρτερον εἶαι]
[πάντω]ν ἡρώων κτήνεσσί τε δω̣[τίναις τε.]
50[  ̣  ̣  ̣  ̣  ̣  ̣]τ̣είδ̣α̣ο̣ δ̣ό̣μους κρατερὸς [⁦ -ca.?- ⁩]
[- ca.12 -Ἑλένη]ς̣ ἕνεκ’ ἠϋ̣[κόμοιο]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.