Papyri.info

sign in

sb.6.9146 = HGV SB 6 9146 = Trismegistos 38721



DDbDP transcription: sb.6.9146 [xml]

VI/VIIspc Herakleopolis
[† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων † ἔτους Διοκλητιανοῦ   ̣  ̣  ̣ μηνὸς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἰνδικτίωνος   ̣  ̣ ἐν Ἡρακλεοπόλει. τῷ δεῖνι - ca.9 - Μενέ-]
λαος Πανᾶς ὡ[ς ἐ(τῶν)]   ̣  ̣
[- ca.20 - υἱὸς] τοῦ Ἰωάννου Ἄ̣π̣α̣ Γ̣ερίων[ος]
[- ca.20 -] καὶ διμοιρε(  ) καὶ Ἀπολλ̣[ῶ]ς πρε(σβύτερος)
[ὡ]ς̣ [ἐ(τῶν)   ̣  ̣] φαλακρὸς μελάγχρους, ἀμφότ(εροι) ἀπὸ χωρίου
5[Θ]μοιαμούνεως τοῦ Ἡρ(ακλεο)π(ολίτου) νομοῦ χαίρειν. ὁμολογοῦμε(ν)
ἐξ ἀλληλεγγύης, ὁπότερος ἡμῶν ἐνεχόμενος ὑπὲρ τοῦ
ἑτέρου, ὁ εὔπορος ὑπὲρ τοῦ ἀπόρου, ὁ παρὼν ὑ̣π[ὲ]ρ τοῦ
ἀπόντος, ὁ ζῶν ὑπὲρ τοῦ ἀποθνήσκοντ(ος), ἐγγυᾶσθαι
παρὰ τῇ ὑμετέρᾳ εὐκλε(εῖ) δεσποτ(είᾳ) καὶ ἀναδέχεσθαι Οὐαλήριον
10[Μ]ηνᾶν υἱὸν Ψεείο(υ) καὶ Ἰουστίνα̣ν γαμετὴν αὐτ(οῦ) καὶ Τερμο̣[ύτ]ιον θυγατ[έ]ρ(α)
καὶ Ἀντώνιον τὸν τούτου ὁμογνήσιον ἀδελφὸν καὶ Εὐ-
δοξίαν γαμετὴν αὐτ(οῦ) καὶ Μνηᾶν καὶ Θέο[ν]α τέκνα αὐτοῦ ἀπὸ τ(οῦ) αὐτ(οῦ)
Θ̣μ̣ο̣ι̣α̣(μούνεως) χωρίου, οὕστινας ἐπιζητουμέ(νους) παρʼ ὑμῶν, ἡνίκα ἂν
κελεύσητ(ε), παραγάγωμε(ν) καὶ παραδώσωμε(ν) ὑμῖν ἐν τῇ
15δημο[σ](ίᾳ) φυλ(α)κ(ῇ) χωρὶς λόγ(ου), ἔνθα αὐτ(οὺς) καὶ παρειλήφαμεν,
ἤγουν ὥστε ἡμᾶς τὰς ἀπολ(ο)γ(ίας) ὑπὲρ αὐτ(ῶν) ποιήσασθ(αι) πᾶσιν
τοῖς παρʼ ὑμῶν πρὸς αὐτ(οὺς) ἐπιζητ(ουμένοις) <ἀποκριναμένους>· καὶ ἐπερ(ω)τηθ(έντες) ὡμολ(ο)γ(ήσαμεν) κ̣α̣ὶ̣ ἀπελύ(σαμεν).
Coptic 2 lines
20† [Φοιβ]άμμων ὁ υἱὸς τοῦ μακαρίου Σισινίου ἀφʼ Ἡρακλ(εο)π(όλεως) μαρτυρῶ †
† Συ̣[νού]θιος υἱὸς τοῦ μακαρίου Σευήρου ἀφʼ Ἡρακ(λεο)π(όλεως) μαρτυρῶ †
† Σινούθ(ιος) ἐλέ(ῳ) θε(ο)ῦ διάκο(νος) τοῦ ὁσίου Ἰωά(ννου) μαρτυρῶ †
☧ διʼ ἐμοῦ Συγκριτίου συμβολαιογράφου ☧

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.