Papyri.info

sign in

cpr.8.14 = HGV CPR 8 14 = SPP 20 72 = Trismegistos 15543 = Trismegistos 18722 = stud.pal.20.73



DDbDP transcription: cpr.8.14 [xml]

AD241 Herakleopolite
[Reprinted from: stud.pal.20.73] StudPal20,73

-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- καὶ μ]ε̣τ̣όχ[ων]
[σιτολόγω]ν̣ κώμης
[Τααμορο]ῦ.
[ἐμετρήθ]η̣σ̣αν ἡμεῖν(*) τῷ
5[μηνὶ Μεσ]ο̣ρ̣ὴ̣ τοῦ διελ(θόντος) δ (ἔτους)
Μάρκο̣υ̣ [Ἀν]τ̣ωνίου
Γορδι[α]ν̣ο̣ῦ̣ Κ̣α̣ίσαρος
τοῦ κυρίου γενήμ̣α̣[τ]ος̣
τοῦ αὐτοῦ δ (ἔτους) πυρ̣οῦ
10ἀρτάβαι πεντήκοντα
(γίνονται) (πυροῦ ἀρτάβαι) ν αἳ καὶ διαστελ-
λόμεναι ὑπ(ὲρ) πρ(ακτορείας) Τ̣ααμοροῦ̣
[καὶ ἄλλω]ν κ̣ω̣μ̣ῶ̣ν̣.
(ἔτους(?)) ε Αὐτοκράτορος
15Καίσαρος Μάρκου
Ἀντωνίου Γορδιανοῦ
Εὐσεβοῦς Εὐτυχοῦς
Σεβα̣[στοῦ] Θώθ.
(hand 2) Α̣[ὐρήλιος Ἀ]ρ̣ε̣γγῆς
20σι̣τ̣[ολόγος Τααμο]ρ̣οῦ κ̣α̣[ὶ]
[ἄλλων κωμῶν ἐπιδέδωκα].
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 4. l. ἡμῖν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: stud.pal.20.72rptrpl [xml]

AD271 Hermoupolis Magna
[Reprinted from: cpr.1.9] CPR1,9

Αὐρήλιος Νίκων ὁ καὶ Ἀνίκητος Εὐδαίμονος βουλευτὴς Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης ἀναγρ(αφόμενος) ἐπʼ ἀμφόδου Φ[ρ]ουρίου Λιβὸς
Αὐρηλίᾳ Σαραπιάδι Τριμώρου μητρὸς(*) Λήδας ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομέν[ῃ] ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου χωρὶς κυρίου χρ[η]ματιζούσῃ
τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συνεστῶτός σοι Αὐρηλίου Εὐδαίμονος τοῦ καὶ Δίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ πεπρακέναι σοι
ἀπὸ τ̣οῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσάν μοι ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα
5καὶ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἴσοδον καὶ ἔξοδον ἧς γείτονες νότου δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου καὶ βορρᾶ Σεουη-
ρίνας, λιβὸς Ἑρμοῦ καὶ ὡς χρη(ματίζει) τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀντί τε ὧν ὀφείλω σοι κατὰ διάφορα χειρόγραφα ὧν ἐπὶ μὲν τοῦ
ιγ (ἔτους) θεοῦ Γαλλιηνοῦ μηνὸς Χοιὰκ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμῶν χειλίων(*) πεντακοσίων εἰς τὴν διʼ αὐτοῦ ἀπόδοσιν, ἐ[π]ὶ δὲ τοῦ α (ἔτους) Κλαυδίου
ὁμοίως κεφαλαίου καὶ τόκου δραχμῶν χειλίων(*) διακοσίων καὶ ἐπὶ τοῦ διεληλυθότος (ἔτους) καὶ δ (ἔτους) μηνὸς Ἁθὺρ κεφαλαίου καὶ τόκου (δραχμῶν) χειλίων(*)
πεντακοσίων [τῶν] ἐπὶ τ[ὸ] αὐτὸ ὀφειλομένων δραχμῶν τετράκισχειλίων(*) [δι]ακοσίων εἰς περίλυσιν τῶν ὀφειλομένων χειρογράφων ἃ καὶ
10ἐντεῦθεν ἀν[εκομισάμην] παρὰ σοῦ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ ὧν νυνὶ προσλαμβάνω εἰς συμπλήρωσιν τῆς ὅλης τιμῆς δραχμῶ(ν)
τρισχειλίων(*) [παλαιοῦ Πτολεμα]ϊ(*)κοῦ νομίσματος <ἃς καὶ> αὐτόθι ἀπέσχον παρὰ σοῦ τῆς ὠνουμένης διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲ τὴν ὠνου-
μένην καὶ το[ὺς παρὰ σοῦ τὴν τ]ῆς πεπραμένης σοι οἰκίας κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται
τρόπον [ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅ]παντα χρόνον τῆς βεβαιώσεως δι[ὰ παντὸς πρὸς] πᾶσαν βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν
ἐξακολ[ουθούσης ἐμοὶ τῷ πωλο]ῦν[τι] καὶ μὴ ἐπελεύσεσθαί μ[ε μηδʼ ἄλλους ὑπὲρ ἐ]μοῦ ἐπὶ σὲ τὴν ὠνουμ[ένην μηδὲ ἐπὶ τοὺς παρ]ὰ σοῦ περὶ μη-
15δ[ε]νὸ[ς ἁπλῶς τῆσδε τῆς πράσεως τρ]όπῳ μηδενί· ἐὰν δὲ ἐπ[έλθω ἢ μὴ βεβαιῶ ἥ τε ἔ]φοδος ἄκυρος ἔστω καὶ [προσαποτίσ]ω ἢ ὁ ὑπ[ὲρ ἐ]μοῦ ἐπε-
[λευσόμενός σοι τῇ ὠνουμ]ένῃ ἢ τοῖς παρὰ σοῦ [τά τε βλάβη καὶ τὰ δαπανήμ]ατα καὶ ἐπιτείμου(*) ὡς [ἴδιον χρέος διπλῆ]ν τὴν [τι]μὴν καὶ
[εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μ]ηδὲν ἧσσον ἡ [πρᾶσις κυρία ἔστω ὡς ἐν δημοσίῳ ἀρχ]είῳ κατακιμένη(*) [ἣν καὶ τρισσὴν ἐξεδόμ]εν. ἐντεῦ-
[θεν εὐδοκῶ τῇ ἐσομένῃ δημ]οσιώσι· περὶ δὲ τ[οῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγε]νῆσθαι ἐπερωτηθ[εὶς ὡμολόγησα· (ἔτους) β Αὐτοκρ]άτορος
[Καίσαρος Λουκίου Δομιτίου Αὐρ]ηλιανοῦ Εὐσ[εβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ (ἔτους) ε Ἰου]λίου Αὐρηλίου [Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδ]ώρου
20[τοῦ λαμπροτάτου βασιλέως ὑπ]άτ[ο]υ(*) Αὐτ[οκράτορος στρατηγοῦ Ῥωμαίων   ̣  ̣  ̣  ̣]νωβ[  ̣  ̣  ̣  ̣]των μ[ -ca.?- ]
(hand 2) [Αὐρήλιος Νίκων] πέπρακ[α καὶ ἀπέσχον τὰς τοῦ ἀργυρίου δραχμὰς τρισχιλίας καὶ βεβαιώσω ὡς πρόκειται]

Apparatus


^ 2. BL 2.2.162 : prev. ed.
^ 7. l. χιλίων
^ 8. l. χιλίων
^ 8. l. χιλίων
^ 9. l. τετράκισχιλίων
^ 11. l. τρισχιλίων
^ 11. [πτολεμα]ϊκου papyrus
^ 16. l. ἐπιτίμου
^ 17. l. κατακειμένη
^ 20. BL 8.465 : [βασιλέ]ως prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.