Papyri.info

sign in

sb.8.9824 = HGV SB 8 9824 = Trismegistos 22905 = oxford-ipap.apis.2231



DDbDP transcription: sb.8.9824 [xml]

AD114/133 Oxyrhynchus

ἔ[το]υς ἑπτακαιδεκάτ[ου Ἁδρια]ν̣οῦ Καίσαρος Σεβαστοῦ Μεσορὴ ἐπαγο(μένων) ϛ Σεβαστῇ
[ἐν Ὀ]ξ̣υρύγχω[ν] πόλει τῆ[ς Θηβαΐδο]ς. ὁμολογοῦσιν ἀλλήλοις Ἀπίων καὶ πρότερον μὲν
Ν̣ε̣ῖλος νυνεὶ(*) δὲ Πολέμ̣[αρχος] στρατιώτης καὶ Σύρος καὶ Σαραπίων οἱ τέσσαρες
Σύρου ἐν ἀγυιᾶ[ι]· ἐπεὶ ὁ τῶν ὁμ̣ο̣λογούντων πατὴρ Σύρος Ἀπίωνος ἀπέλιπεν
5αὐτοῖς ἐπὶ τοῦ [π]ρὸς τῆι αὐτῆι π̣όλει Σαραπιήου ἐν λαύρᾳ Ἑρμαίου ἑκάστωι κατὰ τὸ ἴσον
οἰκίαν καὶ τὸ προσὸν αἴθριον σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ τοῖς συγκυροῦσιν πᾶσιν, τῆς
δὲ σημαινομένης οἰκί̣ας [π]ροσδεομένης ἐπισκευῆς, ἕκαστος αὐτῶν παρεισενη-
νυχεν(*) εἰς τὰς δαπάνας καὶ ἄλλα ἀνηλώματα ἐξ ἴσους· ἔτ̣ι̣ δὲ καὶ διευλυτήκασιν ὑπὲρ
τοῦ αὐτοῦ πατρὸς Σύρου ὀφειλὰς καὶ περιεστάλκασιν τὸ τοῦ αὐτοῦ πατρὸς Σύρου σωμάτιον
10ἐξ ἴσους. ἐὰν δὲ ἡ τῶ̣ν̣ [ὁμολ]ογούντων ἀδ[ελ]φὴ Θάις παραγένηται ἀπὸ τῆς ξένης
κ̣α̣ὶ̣ βούληται ἀποδοῦναι [τοῖς] γεγραμμένοις ἀδελφο[ῖς τὰ] κ̣α̣θ̣ʼ ἑαυτὴν μέρη τῶν
[γεγ]ρ[αμμέν]ω̣ν̣ [δαπανῶν καὶ ἄλλων ἀ]νηλωμάτων, ἐξ[έστ]ω̣ α̣ὐ̣τῆι ἀντέχεσθαι
[- ca.27 -]  ̣  ̣  ̣  ̣ει[- ca.11 -]ν ὁ̣μ̣ο̣ί̣ω̣ν̣ ἡ Θάι[ς]
[- ca.28 -]  ̣της  ̣[- ca.17 -] (vestig)

Apparatus


^ 3. l. νυνὶ
^ 7-8. l. παρεισενή|νοχεν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.