Papyri.info

sign in

sb.28.16852 = HGV SB 28 16852 = Trismegistos 44554



DDbDP transcription: sb.28.16852 [xml]

column i
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς καὶ Κλεοπάτρας τῆς γυναικός, θεῶν Εὐεργετῶν,
ἔτους ὀγδόου καὶ τριακοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων
καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ
Εὐπάτορος καὶ θεῶν(*) Φιλομητόρων καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος
5κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ
Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν
μηνὸς Ἑλλήνων τοῦ ἀγομένου ἐν Ἀλεξανδρείαι, Αἰγυπτίων δὲ Παῦνι ὀγδόηι ἐν Ἀνταίου
πόλε[ι] τῆς Θηβαίδος ἐπʼ ἀγορανόμων Πτολεμαίου καὶ Ἀρχελάου. ἀπηλευθέρωσαν Ζηνόδωρος
Διονυσίου Μιλήσιος τῶν κατοίκων ἱππέων ὡς ἐτῶν τεσσαράκοντα πέντε μέσος μελίχρως
column ii
10ὑπόκλαστος στρογγυλοπρόσωπος καὶ Σωσίβιος Ἀσκληπιάδου Μιλήσιος τῶν ἐν τοῖς κατοίκοις
ἱππάρχαις(*) ὡς ἐτῶν πεντήκοντα πέντε μέσος μελίχρως ὑπόκλαστος στρογγυλο-
πρόσωπος τὴν ἑαυτῶν δούλην, ἧι ὄνομα Θερμοῦθις, ἐτῶν ἓξ μελίχρουν στρογγυλο-
πρόσωπον συνευδοκοῦντος Ἀσκληπιάδου τοῦ Διονυσίου Μιλησίου τῶν ἀρχισω-
ματοφυλάκων ὡς ἐτῶν τεσσαράκοντα τριῶν μέσου μελιχρόου ὑποκλάστου ἀναφαλάνθου
15ὦτα ἀφεστηκότα οὐλὴ ῥινὶ μέσηι, καὶ γνωστῆρας κατέστησαν Ζηνόδωρος μὲν
Ἡρακλείδην Διδύμου Μακεδόνα τῶν κατοίκων ἱππέων ὡς ἐτῶν(*) ἑξήκοντα πέντε
μέσον μελίχρουν ὑπόκλαστον ἀναφάλακρον οὐλὴ ἀντικνημίωι δεξιῶι, Σωσίβιος δὲ Λίχαν
Ἡρακλείου Πέρσην̣ τῶν Βοήθου πεζῶν κληρούχων ὡς ἐτῶν τριάκοντα μέσον μελίχρουν
column iii
ὑπόκλαστον ὑποχάροπον οὐλὴ μετώπωι
20ἐξ ἀριστερῶν. ἐτάξαντο δὲ καὶ τὴν
καθήκουσαν ἀπαρχὴν ἐπὶ τὴν
βασιλικὴν τράπεζαν ἀργυρίου
δραχμὰς δέκα.
——
(hand 2) Πτολεμαῖος κεχρη(μάτικα).
25(hand 3) Ἀρχέλαος κεχρη(μάτικα).
(hand 4) ἔτους λη Παῦνι η. τετα(γμένοι) (εἰσὶν) ἐπὶ τὴν ἐν τῆι Ἀνταίου τρά(πεζαν), ἐφʼ ἧς Μιῦσις, Ζηνόδωρος Διονυσ[ίου]
καὶ Σωσίβιος Ἀσκληπιάδου ἀπελευθερώσεως τῆς ἑαυτῶν δούλης, ἧι ὄνομα
Θερμοῦθις, ὡς (ἐτῶν) ϛ μέση(*) μελίχρ(ως) στρογγυλοπρόσωπος ἀργυ(ρίου) (δραχμὰς) δέκα, (γίνονται) ἀργυ(ρίου) (δραχμαὶ) ι.
Μιῦσις.

Apparatus


^ i.4. corr. ex θεου
^ ii.11. l. ἱππαρχῶν
^ ii.16. corr. ex
^ iii.28. l. μέσηι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.