Papyri.info

sign in

psi.9.1016 = HGV PSI 9 1016 = Trismegistos 5569



DDbDP transcription: psi.9.1016 [xml]

129BC Diospolis Major

A
(ἔτους) μβ, Ἁθὺρ κθ.
ἀπέδο(ντο) Σεννοῦθις καὶ ἄλ(λοι)
Ψενμίνει γέρας
ἡμερῶν ἁγνευ(τικῶν) δέκα
5καὶ τὰς τούτων καρπεί-
ας καὶ λειτουργίας
καὶ <τὰ> συνκύ(ροντα) καὶ προσεσόμεν[α]
κατʼ ἐνιαυτὸν ἕκασ(τον)
καὶ τὸ ἐπιβάλ(λον) αὐ(τοῖς) μέ(ρος) τῶν
10ἐπαγομέ(νων) καὶ τὰ προσκύ(ροντα)
τούτοις πάν(τα) ἐν ἱερῶι Ἀφρο-
δισίωι καλου(μένωι) Ἁθὺρ
Νουεμοντεσεμα
ἐν τοῖς κατὰ τοὺς τῶν Με(μνονείων)
15τάφοις χα(λκοῦ) (ταλάντων) δ.
B,1
βασιλεύοντος Πτολεμαίου θεοῦ εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν ἐπιφανῶν
καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεᾶς εὐεργέτιδος (ἔτους) μβ, ἐφʼ ἱερέως τοῦ ὄντος
Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν
φιλοπατόρων καὶ θεῶν ἐπιφανῶν καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ εὐπάτορος καὶ θεῶν
20εὐεργετῶν ἀθλοφόρου Βερενίκης εὐεργέτιδος κανηφόρου Ἀρσινόης φιλαδέλφου ἱερείας
Ἀρσινόης φιλοπάτορος, ἐφʼ ἱερείων(*) καὶ ἱερειῶν τῶν ὄντων καὶ οὐσῶν ἐ[ν] Πτολεμαίδι,
μηνὸς Ἁθὺρ κθ, ἐν Διοσπόλει τῆι μεγάληι τῆς Θηβαίδος ἐφʼ Ἡρακλεί[δ]ου ἀγορανόμου
τοῦ Περιθήβας,
ἀπεδοτο(*) Σεννοῦθις Ὥρου τῶν ἐκ τῶν Μεμνονείων τῆς Λιβύης τοῦ Παθυρίτου
25ὡς (ἐτῶν) λ μέση μελίχ(ρους) στρογγυλοπρ(όσωπος) ἔνσιμος οὐλὴ παρὰ χαλινὸν δεξ(ιὸν) μῆλα μείζω μετὰ
κυρίου τοῦ ἑαυτῆς συγγενοῦς πρὸς γυναικογένειαν Ἁρσιήσιος τοῦ Πατήμιος μητρὸς
Λαβάιτος τῶν Πτολεμαίου τοῦ Πύρρου πεζῶν τακτομίσθου ὡς (ἐτῶν) λε μέσου μελίχρου
B,2
ὑποκλάστου πλατυπροσώπου εὐθύρ(ινος) ὦτα μεγάλα καὶ ἀφεστη(κότα) καὶ ἀρ(ιστερὸν) τετρη(μένου)
καὶ αὐτὸς Ἁρσιήσιος(*) τὸ ὑπάρχον αὐτοῖς γέρας ἡμερῶν ἁγνευτικῶν δέκα
30καὶ τὰς τούτων καρπείας καὶ λειτουργίας καὶ τὰ συνκύροντα καὶ προσ-
εσόμενα πάντα κατʼ ἐνιαυτὸν ἕκαστον καὶ τὸ ἐπιβάλλον αὐτοῖς μέρος
τῶν ἐπαγομένων καὶ τὰ προσκύροντα τούτοις πάντα ἐν ἱερῶι Ἀφροδισίωι
καλουμένωι Ἁθὺρ Νουεμοντεσεμα ἐν τοῖς κατὰ τοὺς τῶν Μεμνονείων
τάφοις. ἐπρίατο Ψεν̣μῖνις Πετεμίνιος τῶν ἐκ τῶν Μεμνονείων
35ὡς (ἐτῶν) μ μέσος μελίχρως τετα(νὸς) πλατυπρ(όσωπος) εὐθύριν οὐλὴ μετώ(πωι) ἐξ ἀμφοτέρων
χαλκοῦ νομίσματος ταλάντων τεσσάρων . βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν
ταύτην πάντων οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Ψενμῖνις ὁ πριάμενος.

Apparatus


^ B,1.21. l. ἱερέων
^ B,1.24. l. ἀπέδοντο
^ B,2.29. l. Ἁρσιῆσις

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.