Papyri.info

sign in

psi.13.1310 = HGV PSI 13 1310 = Trismegistos 5580



DDbDP transcription: psi.13.1310 [xml]

135-134BC Tebtynis

1
Φανίας [τῶι δεῖνα τῶι πρὸς τ]ῆι ἀγοραν[ομίαι τοῦ Ἀρσινοίτου.]
τῆς γεγε[νημένης ὑπογραφῆς] ἐπὶ τῶν [τὰ προσπίπτοντα]
κρινόν[των χρηματιστῶν ὑπόκ]ειται τὸ [ἀντίγραφον].
ἐπιτελε[σθήτω οὖν καθὼς σ]υγκέκριτα[ι. -ca.?- ]
——
5(ἔτους) λϛ [ -ca.?- ]
ἔτους [λϛ ][ -ca.?- ] δ ἐν Κροκ[οδίλων]
πόλει τ[οῦ Ἀρσινοί(*)του νομοῦ]. Μελέαγρο[ς -ca.?- ]
πρωτ[- ca.13 - ἐνδ]εχόμενος τ[ -ca.?- ]
Φανίαι[  ̣  ̣  ̣  ̣  ̣ δικασταῖς ἀ]πὸ τῶν ἀπο[τεταγμένων]
10τῆι κατ[οικίαι ὁ δεῖνα   ̣  ̣  ̣  ̣  ̣]χος, Πολ[ -ca.?- ]
——
καταστάντ̣[ος Διονυσίου τοῦ] Διονυσίου [καὶ τῆς]
ἐντεύξεω[ς ἀναγνωσθείσ]η̣ς̣ διʼ ἧς [ἐσήμανεν]
ἀπογεγρά[φθαι τὰ τοῦ τελευτήσαντο]ς Ἀπολλω[νίου τοῦ]
Διονυσίου̣ [ ὑπάρχοντα εἰς ὄνομα] τῶν νέω[  ̣  ̣  ̣]ω̣ν [τοῦ]
15αὐτοῦ ἀδελ[φοῦ κατὰ σύγκ]ρισιν δικα[σ]τ̣ῶν
τῶν τὰ ἰ[διωτικὰ κρινά]ν̣των οἷς εἰσῆγεν
Διονύσιο[ς τοῦ δεῖνα τοῦ   ̣  ̣] (ἔτους) Φαρμοῦθι ὅπως
κατατα[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ καὶ νῦν προσ]τασίαν αὐτοῦ ποιουμένου
βούλεσθα[ι εἰς τὴν τῶν   ̣  ̣  ̣  ̣]των διατροφὴν
20καὶ τὴν [τῆς εὐσχημοσύνης ἄλλη]ν δαπάνη[ν]
2
ἐγδι[οι]κῆσαι [ἀ]π̣ὸ τῶν ὑπαρχόντ[ων] τοῖς ὀρφανοῖς
ἐν μ[ὲν] Εὐεργέ[τι]δι τῆι πρὸς Κροκ[ο]δ̣ίλων πόλει
τοῦ [αὐ]τ̣οῦ νομοῦ τόπον ψι̣λὸν καὶ περὶ τὴν προ-
γεγρα[μ]ένην κώμην ἱερᾶς γῆς Σούχου ὅπως
25διευ̣[σ]χημονῶσι·
ἠξίου γ[ρ]αφῆναι τοῖς τε ἀγορανόμοις καὶ τοῖς τὸ ἐπισκό-
πιον πραγματευομένοις, ἐὰν ποιῆται τὴν
πωλὴν τῶν σημαινομένων ἐγγαίων ἐκ τοῦ τῶν
παιδίων ὀνόμ[α]τος, χρηματίζειν αὐτῶι·
30ἔπ̣ε̣ι, τ̣[ο]ῦ Διονυσίου τὸ ἀξίωμα συνεσταμένου
[π]ερὶ τ[ῆς τῶν πα]ι̣δίων διατροφῆς καὶ τῆς ἄλλης
εὐσχημοσύν[ης,]
ε[ὐ]γνωμον οὖν [τ]οῦ̣ πράγματος εἰς τ[ο]ὺ[ς] ὀρφανοὺς
ἀνήκοντος, μὴ ἀποπεσε[ῖ]ν αὐτὸν τῶν ἐπιτελου-
35μένων, ληφθῆναι μέντοι γε παρʼ αὐτοῦ τὴν
ἐνδεχομένην̣ ἀσφάλειαν·
συνεκρίναμεν ληφθείσης πα̣ρʼ αὐτοῦ χειρογραφίας
ὅρκου βασιλικοῦ τὸν μὲν ψιλὸν τόπον ἐγδιοι-
κήσειν τῆς δὲ ἱερᾶς γῆς τὴν παραχώρησιν
40ποιήσεσθαι ὡς εἴθισται τοῦ πλείστου καὶ τὰ ἀπʼ αὐτῶν
3
πεσούμενα εἰς ἕτερον μὲν οὐθὲν
καταθήσεσθαι, καταχρήσεσθαι
δʼ εἰς τὴν τῶν παιδίων διατροφὴν
καὶ τὴν ἄλλην εὐσχημοσύνην
45πεμφθῆναι τῆς τε ὑπογραφῆς
τὸ ἀντίγραφον τοῖς τε ἐπὶ τῶν
τόπων ἀγορανόμοις καὶ τῶι
πρὸς τ̣ῶ̣ι̣ ἐπισκοπίωι ὅπως
χρηματίζωσ̣ι̣ τῶι Διονυσίωι
50περὶ τῶν προγεγραμμένων ὡς καθήκει
καθάπερ ἠξιώκει, τῆς εὐθύνης
αὐτοῦ ὄντος ἐάν τι παρὰ τὸ δέον
φαίνηται ὠικονομημένος(*).
——
διʼ εἰσαγωγέως Χαιρήμονος.

Apparatus


^ 1.7. αρσινοϊτου papyrus
^ 3.53. l. ᾠκονομημένος

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.