Papyri.info

sign in

p.stras.2.89 = HGV P.Strasb. 2 89 = Trismegistos 106



DDbDP transcription: p.stras.2.89 [xml]

99BC Pathyris

r
(hand 1) βασιλεύοντος Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε,
ἐφʼ ἱερείων(*) καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Ἐπεὶφ κε. ἐν Παθύρει, ἐφʼ Ἑρμίου τοῦ παρὰ
Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πακοίβιος ἱερεὺς Σου(*) καὶ Ἀφροδίτης ὡς (ἐτῶν) μ εὐμεγέθης
μελίχρω(ς) μακροπρόσω(πος) εὐθύριν τὴν ὑπάρχουσαν αὐτῷ μερίδα γῆς σιτοφόρου ἐν τῷ περὶ Παθῦρειν πεδίωι σφραγίδων
5τεσσάρων , ὁν(*) καὐτὸς(*) ἐωνήσατο παρὰ̣ Πανοβχούνιος τοῦ Τοτόηους ἐν τῷ ιε (ἔτει) Παῦνι γ ἐπὶ τοῦ ἀρχείου, μιᾶς μὲν
ἐν τῷ ἀπὸ λιβὸς πεδίωι, γείτονες· νότου γῆ Πατοῦτος τοῦ Φίβιος, βορρᾶ γῆ Πελαίου νεωτέρου Φίβιος, ἀπηλιώ(του) Κολλούθου
τοῦ Φίβιος, λιβὸς ὄρος, τὴν δʼ ἄλλην \ἐπὶ/ Τιαβώνει· νότου γῆ Χενσθώτου τοῦ Μελιπαῖτος, βορρᾶ γῆ Παθώτου, ἀπηλιώ(του) γῆ Θράσωνος
καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα, τῆς δʼ ἑτερᾶς· νότου γῆ Τακοίμιος, βορρᾶ γῆ Χενσθώτου, ἀπηλιώ(του) Ἀε̣ί̣ους, λιβὸς περίχωμα,
τῆς δʼ ἄλλης λεγομένης Πκρώ· νότου γῆ Σενπελαίας, βορρᾶ γῆ Πανᾶτος ἀπηλιώ(του) ποταμός, λιβὸς Ἀραμείους, ἢ οἳ ἂν ὦσι
10γείτονες πάντων πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς (ἐτῶν) μ χαλκοῦ τάλαντα δύο . προπωλητὴς
καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεαρσεμθεὺς
ὁ πριάμενος.
——
(hand 2?) Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).
v
Demotic 1 line
15(hand 2) ὠνὴ Πετεαρσεμθεὺς
Πανοβχο̣ύ̣ν̣ι̣ο̣ς̣
γῆ σφρα(γίδων) δ, ὁν(*) ἠγόρα(σεν)
παρὰ Πετεαρσεμθέως.

Apparatus


^ r.2. l. ἱερέων
^ r.3. l. Σού<χου>
^ r.5. l. ἣν
^ r.5. l. καὶ αὐτὸς
^ v.17. l. ἣν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.