Papyri.info

sign in

p.stras.2.83 = HGV P.Strasb. 2 83 = Trismegistos 100



DDbDP transcription: p.stras.2.83 [xml]

114 BC Pathyris

[βασιλ]ευόντων β̣[α]σιλίσσης κ[αὶ] βασιλέως Πτολεμαίου θεῶν Φιλο-
[μητόρ]ων Σωτήρω[ν] ἔτους γ, [ἐφʼ] ἱερείως(*) βασι[λ]έως Πτολεμαίου θεοῦ
[Φιλομ]ήτορος Σωτῆρος Ἀλεξ̣[άν]δρου καὶ θεῶν Σωτήρων καὶ θεῶν
[Ἀδελφ]ῶν καὶ θεῶ[ν] Εὐεργετῶ[ν κα]ὶ θεῶν Φιλοπατόρων καὶ θεῶν
5[Ἐπιφα]νῶν καὶ θεο[ῦ] Εὐπάτορο[ς καὶ] θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτρος(*)
[Νέου] κ̣αὶ θεοῦ Εὐεργ[έ]του καὶ θε[ῶν] Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου
[Ἴσιδος] μεγάλης μητρὸς θεῶ[ν, ἀ]θλοφόρου Βερενίκης Εὐεργέτιδος,
[καν]η̣φόρου Ἀρσιν[ό]ης Φιλαδέ[λ]φ̣[ου], ἱερείας Ἀρσιν[ό]η̣ς Φιλοπάτορος τῶν ὄντων
[ἐν Ἀλ]ε̣ξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θη[β]αίδος ἐφʼ ἱερείων(*) καὶ
10[ἱερισσ]ῶν καὶ κανη̣φόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς
[Θηβαί]δος, μηνὸς Φαμενὼθ ιθ. ἐν Παθύρει, ἐφʼ Ἡλιοδώρου ἀγορανόμου.
\[ἑκόν]τες συνεγράψαντο./ [ὁμο]λ̣ογεῖ Πατῆς Τοτοέους Πέρσης τῆς ἐπι̣γονῆς καὶ Ταελιλοῦς
[καὶ] Σ̣ιεπμοῦς τῶν Τοτοέους Περσίναις(*) μετὰ κυρίου τοῦ προγε-
[γρα]μμένου Πα̣τῆτος ἀφ[ί]σ[τα]σ̣θαι ἀπὸ τῆς Τακμήιτ̣ο̣ς̣ τῆς Πατοῦτος
15[τῆς] μ̣ητρὸς τούτ̣ων γῆς ἠ̣[πεί]ρου σιτοφόρο̣υ̣ σφραγίδων τριῶν
[ἐν] τ̣ῶι περὶ Παθ̣ῦριν πεδίω[ι], ὧν ἔθετο αὐτοῖς ὠνὴν δόσεως \τοῦ με̣ (ἔτους),/
[ὧν] εἰσὶν μιᾶς μὲν ἐν τῶι ἄνω πεδίωι, ἄλλης ἐν τῆι μέσῃ
[ται]ν̣ίαι λεγομένῃ Τιεβῶθ̣ε, ἄλλης ἐν Τεμραύθει κάτω,
[ὧν] αἱ γειτνία[ι] δεδήλωνται διὰ τῆς ὠνῆς, ἣν καὶ
20[ἀνα]δέδωσκαν τὴν ὠνὴν̣ Τακμήιτι ἑκόντες,
[καὶ] μὴ ἐπελεύ[σ]ασθαι Πατῆν μηδὲ Ταελιλοῦν μηδὲ Σιεπμοῦν
[τῶ]ν Τοτοέους μηδʼ ἄλλον [μ]ηδένα ὑπὲρ αὐτῶν ἐπὶ τὴν
[Τακ]μῆιν μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς περὶ
[τῆ]ς̣ σ̣ημαινομένης συνγρα(φῆς) μηδὲ περὶ τῶν σφραγίδων
25[τρι]ῶν γῆς τρόπωι μηδεν̣ί̣, εἰ δὲ μὴ, ἡ τʼ ἔφοδος αὐτῶι τε
[καὶ] τῶι ὑπὲρ αὐτῶν ἐπελθόντι ἄκυρος ἔστω καὶ προσ-
[απο]τ̣εισάτω ὁ ἐπιπορευ[ό]μενος ἐπιτί̣(μου) παραχρῆμα
[Τακ]μ̣ήιτι μὲν χαλκοῦ τά̣[λα]ντα δέκα̣ πέντε καὶ ἱερὰς
[βασιλ]εῦσι ἀργυ̣ρίου ἐπισή̣μ̣ου (δραχμὰς) τ καὶ μηθὲν δʼ ἧσσον
30[ἐπάν]αγκον αὐτοῖς ἔστω π[οι]εῖν κατὰ τὰ προγεγρα(μμένα).

Apparatus


^ 2. l. ἱερέως
^ 5. l. Φιλοπάτ<ο>ρος
^ 9. l. ἱερέων
^ 13. l. Περσίναι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.