Papyri.info

sign in

p.stras.2.81 = HGV P.Strasb. 2 81 = Trismegistos 99



DDbDP transcription: p.stras.2.81 [xml]

115BC Diospolis Major

int,1
(hand 3) ἔτο[υ]ς γ, Χοι(ὰχ) ια. ἀπέδοντο
Τβοκενουφς(*) καὶ Ταθῶτις
αἱ β Πατείους τῶν ἐκ Παθύ(ρεως)
μετὰ κυ(ρίου) Πακοῖβις(*) τοῦ Ἁρσιή(σιος)
5ἀπὸ τῶν ὑπ(αρχουσῶν) αὐ(ταῖς) τε καὶ τοῖς ἑαυ(τῶν) ἀδ(ελφοῖς)
ἐν τῶι περ(ὶ) τὴ(ν) Παθῦ(ριν) πεδίωι
γῶν σιτο(φόρων) δ ἀρου(ρῶν) ὅσω(ν) ἄν ὦ(σι) κοι(νῶν) καὶ ἀδια(ιρέ)των
τὸ ἐπ[ι]βάλ(λον) ἑκάσ(τηι) αὐτῶν μέρος. ἐπρί(ατο)
Παν[ο]μχοῦνις χα(λκοῦ) νο(μίσματος) (γίνονται) Β.
10(hand 4) βεβαι(ώτριαι)(*).
——
ext,2
(hand 1) βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους γ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ
Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν
Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων,
ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης
15Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων
καὶ οὐσῶν, μηνὸς Χοιὰχ ια.
ἐν Διὸς πόλει τῆι μεγάληι τῆς Θηβαίδος, ἐπʼ Ἀπολλωνίου ἀγορανόμου τοῦ Περιθήβας.
ἀπέδοντο Τβοκενοῦφις ὡς (ἐτῶν) λε μέσ(η) μελίχρ(ως) μακ(ρο)πρ(όσωπος) εὐ(θύ)ρι(ν) ἀδύνα(τος) τοῖς ὄμμασ(ιν) καὶ Ταθῶτις ὡς (ἐτῶν) λ μέσ(η) μελ(ί)χρ(ως) μακ(ρο)πρ(όσωπος) εὐ(θύ)ρι(ν) ἄσημος αἱ δύο
Πατείους τῶν ἐκ Παθύρεως, μετὰ κυρίου τοῦ ἑαυτῶν συγγενοῦς πρὸς ἀνδρογένειαν Πακοίβιος τοῦ Ἁρσιήσιος τῶν ἀπὸ τῆς
Διὸς πόλεως ὡς (ἐτῶν) ν μέσ(ου) μελ(ί)χρ(ους) τε(τανοῦ) ἀναφαλ(άνθου) μακ(ρο)πρ(οσώπου) εὐ(θυ)ρί(νου) οὐ(λὴ) ὑπὲρ ὀφρὺ(ν) δεξι(άν), ἀπὸ τῶν ὑπαρχουσῶν αὐταῖς τε καὶ τοῖς ἑαυτῶν ἀδελφοῖς ἐν τῶι
20περὶ τὴν Παθῦριν πεδίωι γῶν σιτοφόρων τεσσάρων ἀρουρῶν ὅσων ἄν ὦσι κοινῶν καὶ ἀδιαιρέτων, μιᾶς μὲν, ἧς γείτονες·
νότου γῆ Πατοῦτος τοῦ Φίβιος, βορρᾶ γῆ Πελαίου νεωτέρου, ἀπηλιώτου γῆ Κολλούθου τοῦ Φαγήριος, λιβὸς ὄρος, ἄλλης δὲ καλουμένης
Τιαβῶνις, ἧς γείτονες· νότου γῆ Χεσθώτου τοῦ Μελιπαῖτος, βορρᾶ γῆ Παθώτου, ἀπηλιώτου γῆ Θράσωνος καὶ τῶν ἀδελφῶν, λιβὸς χῶμα
προσαγορευόμεν(ον) Τοᾶμε, τῆς δʼ ἑτέρας, ἧς γείτονες· νότου γῆ Χορήριος, βορρᾶ γῆ Χεσθώτου, ἀπηλιώτου γῆ Ἀείους, λιβὸς τὸ προγεγραμμένον
ext,3
χῶμα, τῆς δʼ ἄλλης γείτονες ὁμοίως· νότου γῆ Σενπελαίας, βορρᾶ γῆ
25Πανᾶτος, ἀπηλιώτου ποταμός, λιβὸς γῆ Ἀραμείους, ἢ οἳ ἂν ὦσιν
γείτονες πάνντων(*) πάντοθεν, τούτων πάντων τὸ ἐπιβάλλον
ἑκάστῃ αὐτῶν μέρος. ἐπρίατο Πανεβχοῦνις Τοτοέους
τῶν ἐκ τῆς αὐτῆς Παθύρεως ὡς (ἐτῶν) νε μέσ(ος) μελ(ί)χρ(ως) τε(τανὸς) ἀναφάλ(ανθος) ἡσυ(χῆ) στρογ(γ)υ(λο)πρ(όσωπος)
εὐθύρι(ν) οὐ(λὴ) φαλάν(θῳ) δεξι(ᾷ) ἄκραι χαλκοῦ νομίσματος δραχμῶν δισχιλίων .
30βεβαιώτριαι τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων αἱ ἀποδόμεναι,
ἃς ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος.
——
(hand 2) Ἀπολλώνιος κεχρη(μάτικα).

Apparatus


^ int,1.2. l. Τβοκενοῦφ<ι>ς
^ int,1.4. l. Πακοίβιος
^ int,1.10. BL 1.155 : πεπαί(δευκα) prev. ed.
^ ext,3.26. l. πάντων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: sb.1.5229 [xml]

? Arsinoite
[Reprinted in: p.stras.2.81] PStras 2,81

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.