Papyri.info

sign in

p.oxy.52.3690 = HGV P.Oxy. 52 3690 = Trismegistos 15330



DDbDP transcription: p.oxy.52.3690 [xml]

AD139 Oxyrhynchus

(hand 5) ὡμολ(όγηται)
(hand 1) [ἔτ]ο̣υς δευτέρου Αὐ̣τοκρά[το]ρος Καίσαρος Τίτου [Α]ἰ̣λίου Ἁδ̣ρ̣ι̣α̣[ν]ο̣ῦ Ἀντων̣είνου Σ̣ε̣β̣α̣στοῦ̣ Εὐσε̣βοῦς, Παῦ(*)νι ζ, ἐν Ὀξυρύγχων πόλ(ει) τῆς Θηβαΐ(*)δος.
ὁ̣μολογεῖ̣ Σαραπίων Ἀδρ̣ά̣στου τοῦ Διονυσίου μ̣ητρὸς Ἀ̣ρσ̣[ι]ν̣όης Θέωνος ἀπʼ Ὀ[ξ]υρύγχ̣ω̣ν πόλεως τῷ ἑαυτ̣οῦ ὁμογνησίῳ ἀδε̣λφῷ Θέωνι ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυι(*)ᾷ παρακεχωρηκέναι αὐτῷ
ἀ̣φʼ ὧν ἔχει προσ̣απογραφέντων ὑ(*)πʼ αὐτοῦ εἰς τὸ τῶν ἐνκτ̣ή̣σ̣εων βιβλιοφυλάκ̣ιον τ̣ῇ τ̣ετ̣ρ̣άδι το̣ῦ̣ ἐνεστ̣ῶ̣τ̣ο̣ς μηνὸς Παῦ(*)ν[ι] πατρικῶν κεκλ̣ηρωμένων ὑ(*)πʼ αὐτοῦ ἐξ ἧς(*) πεποίηται σὺ̣ν τῷ αὐτῷ ἀδελ-
5φῷ αὐτοῦ Θέω[νι] καὶ ἑ̣τ̣έροις αὐτῶν ὁμογνησίο̣ις ἀδ̣ε̣λ̣φοῖς Δίῳ καὶ Ἀδράσ̣τ̣ῳ κα̣ὶ̣ ἑτέρῳ Δίῳ καὶ Εὐδα̣ί̣μονι καὶ Ζωΐ(*)δι τῇ̣ κ̣αὶ Νεμεσοῦτι καὶ Διδύμῃ̣ διὰ τοῦ αὐτοῦ μνημονείου τῷ τρισκαιδεκ̣ά̣τῳ ἔτει
θεοῦ(*) Τραϊ(*)ανοῦ Φ[α]μ̣ενὼθ διαιρέσεως περὶ Τααμίρη τῆς Θμοισεφὼ τοπαρχ̣ί̣α̣ς ἐκ̣ τ̣ο̣ῦ̣ Ἀ̣λ̣έ̣ξ̣ωνος κλήρου ἀφʼ ὧν ἦξαν εἰς διαίρε̣σιν ἐκ τοῦ̣ αὐτοῦ κλήρου ἀρουρῶν δεκαεννέα τάς τε πρότερον τῆς̣ τ̣ηθίδος
αὐτοῦ Ζ̣ωΐ(*)δ̣ος [τ]ῆ̣ς κα̣[ὶ] Ν̣εμεσοῦτος, ὡς καὶ διὰ τῆς̣ δ̣ι̣α̣ιρέσεως ἀν̣ελήμφθησαν, ἀρούρας πέντε οὔσας κατοικικῆς καὶ ὠνημένης εἰ[ς κ]α̣τοικίαν, ἃς δηλοῖ ὁ ὁμολογῶν ε̣ἶναι ἐ\ν/ μιᾷ σφραγεῖδι(*) καὶ τὰς πρότε-
ρον τοῦ κα̣τὰ πατέρ[α αὐτοῦ πά]ππου Διο̣ν̣υσίου Δίου δύο οὔσας ὠνημένης εἰς κατοικίαν, ἃς ὁμοίως δηλοῖ ὁ ὁμολογῶν εἶναι ἐν μιᾷ σφραγεῖδι(*), τὰς ἐπὶ τὸ αὐτὸ γῆς(*) σειτοφόρου(*) σπορίμου ἐξ ὀρθογωνίου
ἀρούρας ἑπτὰ τῶ̣[ν ἐπετε]ί̣ων τ[ο]ύ̣των̣ [ἐ]κ̣φορίων ὄντων τοῦ Σα̣ραπίωνος, γεί̣τ̣ονες τῶν μὲν ἐν μιᾷ σφραγεῖδι(*) ἀρουρῶν πέντε νό̣του ἐγ(*) μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους Ἀπολλωνίου καὶ Κρονίου ἀμ-
10φοτέρων Ἀδράσ̣[του], ἐ̣κ̣ [δ]ὲ̣ τοῦ ἀπ[ὸ] λ̣ιβὸ̣ς δ̣η̣μ̣οσία γῆ, βο̣ρρᾶ [Δ]ημητρίας Διογένους τοῦ̣ κ̣α̣ὶ̣ Μνησ̣ιθέου, ἀπη̣λιώτου πλευρισμός, λιβὸς τ̣ῆς προγεγραμμένης Δημητρία̣ς̣ καὶ ἑτέρων, τῶν δʼ ἄλλων
[ἐ]ν̣ τ̣ῇ̣ ἑτέρᾳ σφρα̣[γεῖδι](*)[ ἀρο]υ̣ρῶν [δ]ύ̣ο νότ̣ο̣υ̣ ἐγ(*) μὲν τοῦ ἀπὸ̣ ἀ̣πηλιώτου μέρους γύης̣, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς τῆς προγεγραμμένης Δημητρίας καὶ τοῦ ἀδελφιδοῦ αὐτῆς Σαραπίωνος, βορρᾶ τῶν προγεγραμ-
μένων Ἀπολλω[νίου κα]ὶ̣ Κ̣ρονίο̣υ, ἀ̣πηλι̣ώ̣τ̣ο̣υ ὁ δηλο̣ύμ̣ενο[ς] πλε̣υρισμός, λιβ̣ὸς̣ τ̣ῆ̣ς προγεγραμμένης Δημητρίας καὶ τοῦ ἀδελφιδοῦ Σαραπίωνος, ἵ(*)νʼ ὑ(*)πάρχωσι τῷ Θέων̣ι̣ καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψο-
μένοις αἱ παραχ̣ωρούμ̣εναι α̣[ὐ]τ̣ῷ ὡς π̣[ρ]όκειται ἄρουρα[ι] ἑπτὰ σὺν τοῖς ἄλλοις τειμ̣ί̣ο̣ι̣ς̣(*) κ̣[α]ὶ φιλανθρώποις κυρίως τὸν πάντα χρόνον· καὶ αὐτόθεν ἀπέχειν τὸν ὁμολογοῦ̣ντα Σαραπίωνα παρὰ τοῦ ἀδελ-
φοῦ Θέωνος τ̣ὰ̣ς συμπεφων̣η̣μ̣έ̣νας ὑ̣πὲ̣ρ̣ π̣αραχωρη̣[τι]κοῦ τῶν α̣ὐτῶν ἀρουρῶ̣[ν] ἑπτὰ ἀργυρίου Σεβ̣αστοῦ νο̣μίσ̣ματος δραχμὰς τετρακεισχιλίας(*) πεντακοσίας ἐκ πλήρου̣ς̣ καὶ μηθὲν παρασυνγρα-
15φήσειν τὸν ὁ[μο]λ̣ογοῦντ̣α μηδ̣ʼ ἄ̣λ̣[λ]ον ὑ̣(*)π[ὲ]ρ̣ α̣ὐ̣τ̣οῦ περὶ̣ τὴν̣ π̣αραχώρη̣σιν ταύτην̣ τ̣ρ̣[ό]π̣ῳ μηδενί, ἀλλὰ καὶ ἐ̣[πά]ναγκον αὐτὸν παρέξασθαι(*) τῷ ἀδελφῷ Θέωνι καὶ το̣ῖς παρʼ αὐτοῦ̣ τὰς αὐ̣τ̣ὰς ἀρούρας ἑπτὰ
διὰ παντὸς β̣[εβ]α̣ίας ἀπὸ πάντων πάσῃ β̣εβαι̣ώσει κα̣ὶ̣ κ[α]θ̣αρὰς ἀπὸ μὲν γεωργίας̣ β̣ασιλικῆς καὶ οὐσιακῆ̣ς̣ [γῆ]ς καὶ παντὸς εἴδ̣ους καὶ ἀπεργ̣ασίας καὶ ὑ(*)δροφυλακίας χωμάτων καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου,
ὁμ̣οίως διὰ π̣[α]ντὸς ἀπό δε(*) δημοσίων κ̣α̣ὶ̣ τελεσμάτων πάντων τῶν ἔμπροσθεν χ̣ρ̣[όνων] μέχρι τοῦ ἐν[εστ]ῶτος καὶ αὐτοῦ̣ τοῦ ἐνεστῶ̣τος δευτέρου ἔτους Ἀντωνείν̣ο̣υ Καίσαρος τοῦ κυρίου. ἐὰν δέ τι τού-
τω̣ν ὁ ὁμολ̣ογῶ̣ν παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ παραχωρουμ̣[έν]ῳ Θέωνι καὶ τοῖς πα̣[ρʼ α]ὐ̣τ̣οῦ καθʼ ὃ ἐὰν παρασυνγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτειμ̣ον(*) ἀργυρίου δραχμὰς χειλίας(*) καὶ
εἰ̣ς̣ τὸ δημόσιον τ̣ὰ̣ς̣ [ἴσα]ς καὶ μηθὲν ἧσσον τὰ διωμο̣λογ̣[η]μ̣έ̣να κύρια ἔστω. κυρί̣α̣ ἡ̣ ἀ̣π̣ο̣[χ]ή̣. (hand 2) ἔτους δευ̣τέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ
——
20Ε̣ὐσε̣βοῦς, Παῦνι ζ. διὰ Χαιρ̣ήμ̣ο̣ν[ο]ς̣ το̣ῦ̣ σὺν ἄλλο̣ις ἐπιτηρ̣η̣τ̣οῦ̣ κεχρημάτισται. (hand 3) Σαραπίων ὁ σὺν ἄλλο(ις) ὑποσχό(μενος) ἐπη̣κολ(ούθηκα).

Apparatus


^ 2. παϋνι papyrus
^ 2. θηβαϊδοσ. papyrus
^ 3. αγυϊα papyrus
^ 4. ϋπʼ papyrus
^ 4. παϋν[ι] papyrus
^ 4. ϋπʼ papyrus
^ 4. corr. ex ο̣ς
^ 5. ζωϊδι papyrus
^ 6. corr. ex θεαυ
^ 6. τραϊανου papyrus
^ 7. Ζ̣ωϊδ̣οσ papyrus
^ 7. l. σφραγῖδι
^ 8. l. σφραγῖδι
^ 8. corr. ex της
^ 8. l. σιτοφόρου
^ 9. l. σφραγῖδι
^ 9. l. ἐκ
^ 11. l. σφρα[γῖδι]
^ 11. l. ἐκ
^ 12. ϊνʼ papyrus
^ 12. ϋπαρχωσι papyrus
^ 13. l. τιμίοις
^ 14. l. τετρακισχιλίας
^ 15. ϋπ[ὲ]ρ̣ papyrus
^ 15. l. παρέξεσθαι
^ 16. ϋδροφυλακιασ papyrus
^ 17. l. τε
^ 18. l. ἐπίτιμον
^ 18. l. χιλίας

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.