Papyri.info

sign in

p.oxy.49.3482 = HGV P.Oxy. 49 3482 = Trismegistos 5260



DDbDP transcription: p.oxy.49.3482 [xml]

73 BC Oxyrhynchus

βασιλευόντων Πτολεμ[α]ί[ου καὶ Κ]λ̣εοπάτρας τῆς καὶ Τρυφαίνης θεῶν Φιλοπατόρων(*) Φιλαδέλφων, ἔτους
ἐνάτου, τὰ̣ δ̣ʼ ἄλλα τῶν κοινῶ̣ν̣ ὡς ἐν Ἀλεξανδρείαι γράφεται, μηνὸς Δίου καὶ Θωὺθ κθ, ⁦ vac. ? ⁩ ἐν Ὀξ(υρύγχων) πό(λει)
τῆς Θηβαίδ[ο]ς. ὁμολογεῖ Θέων Ἀντιόχου Μα̣κεδὼν τῶν ἐκ τῆς δεκάτης ἱππαρχίας κα(τοίκων) ἱπ(πέων) Διονυσίωι Ἀπολλωνίου
Μακεδόνι [τ]ῶ̣ν ἐκ τῆς αὐτῆς ἱππαρχίας ο̣ἱ̣ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης παρακεχωρηκέναι αὐτῶι ἀκο-
5λούθως̣ τοῖ̣ς̣ δ̣[ι]ὰ̣ τῶν τὰ ἱππικὰ χειριζόντων ᾠκονομημένοις ἀφʼ οὗ ὁ Θέων δέδωκεν ὑπομνήματος Εὐδαίμονι
τῶι πρὸς κατα̣λ̣οχισμοῖς ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι̣ μέρους ἡμίσους τετάρτου κλήρου ἀδιαιρέτου ἀρουρῶν λη
πρότερον Ἀλεξάνδρου περὶ Σενέπτα οὗ τὸ ἄλλο τέταρτον μέρος ἐστὶν αὐτοῦ τοῦ Διονυσίου ἀρούρας ἐννέα ἥμισυ
[ἵ]νʼ ὑπάρχωσιν τῶι Διονυ[σίωι] κ̣α̣ὶ̣ ἐκγόνοις πρὸς τῶι ἑαυτοῦ τετάρτωι μέρει εἰς συμπλήρωσιν τοῦ ἡμίσους
τοῦ ὅλου κλήρου κυρίως τὸν̣ [πά]ν̣τα χρόνον σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις ἀκολούθως τοῖς προστετα-
10γμένοις καὶ ἐπεσταλμένοις ἀνθʼ ὧν ὑπείληφεν τὸν Θέωνα καὶ εὐχρήστηκεν αὐτῶι ἐμ(*) πλείοσιν τῶν κατὰ
τὸν βίον καὶ τὴν τῶν τοῦ κ̣λ̣ήρου αὐτοῦ βασιλικῶν διόρθωσιν ἐφʼ ᾧ παρέξεται τῶι Διονυσίωι τὴν γῆν καθαρὰν
ἀ̣π̣ὸ̣ β̣ασιλικῶν πάντων τῶν ἔμπροσθεν χρόνων καὶ μὴ ἐμπ̣ο̣ιήσεσθαι Θέωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ
[ὧν π]αρακεχώρηκεν καθότι πρόκειται μηδὲ μέρους μηδὲ κακοτεχνήσειν περὶ τὴν παραχώρησιν παρευρέσει
[μηδ]ε̣μ̣ι̣ᾶ̣ι̣· ἐὰν δέ τι τούτων ἀθετ̣ῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ, καθʼ ὃ ἂν
15[εἶδος ἀθετῇ, ἐπίτιμο]ν ἀργυ[ρίου (δραχμὰς)] φ̣ [καὶ] εἰς τὸ βασιλικὸν τὸ ἴσον καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια
[ἔστω ὡς πρόκειται. ὁμολογοῦσι δὲ Θ]έων καὶ Διονύσιος διειρῆσθαι(*) τὸν κλῆρον ἐπὶ τοῖσδε ὥστʼ ἔχειν Διονυ-
[σιον - ca.25 - τ]ῆς μὲν λεγομένης τῶν δεκαὲξ ἀρουρῶν σφραγῖδος ἥ ἐστιν ἐκ τοῦ
[⁦ -ca.?- ⁩ κλήρου - ca.25 -] τῆς καλουμένης Κώιων γῆς λιβὸς δὲ τοῦ παραδείσου τὸ πρὸς λίβα
[μέρος ἥμισυ διατεῖνον βορρᾶ ἐπὶ νότο]ν ἐφʼ ὅσον ἂν ᾖ ἡ σφραγίς· ὁμοίως δὲ καὶ τῆς ἀπὸ νότου τοῦ αὐτοῦ παρα-
20[δείσου σφραγῖδος ἔχειν τὸν Θέωνα τὸ πρὸς ἀπηλι]ώ̣την μέρος ἥμισυ διατεῖνον βορρᾶ ἐπὶ νότον ἐπὶ τὸ πέρας τῆς σφραγῖδος
[- ca.31 -]  ̣ σφραγίδων· ἔχειν δʼ ὁμοίως τὸν Διονύσιον καὶ τὴν ἐκ τοῦ Καλλίπου
[κλήρου σφραγῖδα ἀρουρῶν   ̣  ̣  ̣  ̣ καὶ Θέων]α τὴν πρὸς τῶι ἄνωι(*) γύηι ἑτέραν σφραγῖδα ἀρουρῶν ἐννέα · τῆς δὲ
[σφραγῖδος - ca.17 - ἔχειν] τὸν Διονύσιον τὸ πρὸς λίβα μέρος ἥμισυ, Θέωνα δὲ τὸ πρὸς ἀπηλι-
[ώτην ἄλλο μέρος ἥμισυ, καὶ μηδʼ ἑτέρωι αὐ]τ̣ῶν μηδὲ των(*) παρʼ αὐτῶν ἐξεῖναι παραβαίνειν τι τούτων
25[- ca.31 -]  ̣  ̣  ̣  ̣ι̣σ̣ο̣υ̣ς̣ ἢ̣ χωρὶς τ̣[ο]ῦ̣ ἄκυρα εἶναι ἃ ἐὰν παραβαίνῃ καὶ προσαποτει-
[σάτω ὁ παραβὰς τῶι ἐμμένοντι ἐπίτιμον]   ̣  ̣  ̣  ̣ φ̣ καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον. συνευδοκεῖ δὲ πᾶσι τοῖς
[κατὰ τὴν συγγραφὴν τῆς ὁμολογίας ἡ Θ]έωνος γυνὴ Διονυσία Ἀμμωνίου μετὰ κυρίου Θέωνος τοῦ αὐτοῦ.
[⁦ -ca.?- ⁩] ⁦ vac. ? ⁩
[ὀμνύω βασιλέα Πτολεμαῖον καὶ βασίλι]σσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας
[Φιλαδέλφους καὶ τοὺς τούτων προγόνο]υς καὶ τοὺς ἄλλους θεοὺς Θέων Ἀντιόχου Μακεδὼν τῶν ἐκ τῆς
30[δεκάτης ἱππαρχίας ὁμολογεῖν Διονυσίωι] Ἀπολλωνίου Μακεδόνι τῶν ἐκ τῆς αὐτῆς ἱππαρχίας ἀγυιᾶς
[Κλεοπάτρας Ἀφροδίτης καὶ εὐδοκεῖ]ν̣ ἅπασι τοῖς κατὰ τὴν συγγραφὴν τῆς ὁμολογίας τὴν κειμένην
[ἅμα τῶι ὅρκωι τούτωι διὰ τῶν ἀγορανόμ]ω̣ν τῆι ἐνεστώσηι ἡμέραι καθʼ ἣν παρακεχώρηκά σοι ἀκολούθως
[τοῖς διὰ τῶν τὰ ἱππικὰ χειριζόντων ᾠ]κ̣ονομημένοις ἀπὸ τοῦ ἐπιβάλλοντός μοι μέρους ἡμίσους τετάρτου
[κλήρου ἀδιαιρέτου ἀρουρῶν λη πρό]τερον Ἀλεξάνδρου περὶ Σενέπτα οὗ τὸ ἄλλο τέταρτον μέρος ἐστὶν σὸν
35[ἀρούρας ἐννέα ἥμισυ εἰς συμπλήρωσιν τοῦ] ἡμίσους τοῦ ὅλου κλήρου καὶ μηθὲν παρασυγγραφήσειν μηδὲ
[κακοτεχνήσειν περὶ τὴν τῆς ὁμολογίας συγγρα]φ̣ὴν μηδὲ περὶ μηθὲν τῶν διʼ αὐτῆς ἀναπεφωνημένων μηδὲ
[περὶ τὸν ὅρκον τοῦτον παρευρέσει μηδ]ε̣μιᾶι· ἐὰν δὲ μὴ ποιῶ κατὰ τὰ προγεγραμμένα συνχωρῶ τὰ μὲν
[κατὰ τὴν παραχώρησιν καὶ τὴν ὁμολογίαν] μένειν κύρια, ἡνίκα δʼ ἂν εὐθυνθῶ καὶ τὰ λοιπὰ μέρη τοῦ κλήρου μου
[ἀναλημφθῆναι εἰς τὸ βασιλικὸν καί με ἔνο]χον εἶναι τῶι ὅρκωι.
40[⁦ -ca.?- ⁩] ⁦ vac. ? ⁩
40[- ca.31 -]  ̣ος ὁ παρὰ Διονυσοδώ̣ρου κ  ̣  ̣[  ̣  ̣  ̣  ̣]  ̣ι̣τα̣ι̣τα  ̣  ̣  ̣  ̣

Apparatus


^ 1. corr. ex φιλοματορων
^ 10. l. ἐν
^ 16. l. διῃρῆσθαι
^ 22. l. ἄνω
^ 24. l. τοῖς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.