Papyri.info

sign in

p.oxy.49.3463 = HGV P.Oxy. 49 3463 = Trismegistos 15625



DDbDP transcription: p.oxy.49.3463 [xml]

AD58 Oxyrhynchus

[Τιβερίῳ Κλαυ]δ̣ί̣ω̣ι̣ Π[ο]τ̣ά̣μ̣ωνι ἱερεῖ ὑπομνηματογράφωι
[καὶ ἐξηγητῆι γενομένωι ἀρχι]δικαστῆι καὶ στρ[α]τηγῷ τῆς πόλεως
[κα]ὶ̣ τ̣ο̣[ῖς Καισα]ρ̣[είοις] κ̣α̣ὶ̣ τ̣ο̣ῖ̣ς̣ ἄ̣λ̣λ̣[ο]ι̣ς̣ [π]ρυτάνεσι vac. ?
παρὰ Ἡρακ[λεί]δου τοῦ Ἡρακλείδου Ἀλθαιέως τῶν τὸ δωδέκατον ἔτο̣[ς]
5Τιβερίου Καίσ[αρος] Σεβαστοῦ ἐφηβευκότων. ὁ γεγονώς μοι ἐκ Ποσει-
δωνίας τῆς [  ̣]  ̣ολλ̣  ̣  ̣ου ἀστῆς υἱὸς Θέων ἐκάρη τὸν μαλλὸν κατ̣ὰ̣
τιμὴν τῆς πόλεως τῇ πεντεκαιδεκάτῃ τοῦ Τῦβι τοῦ ἐνεστῶτος
ἔτους ἐν τῷ [μ]εγάλῳ Σεραπιδείωι παρόντος τ̣ο̣ῦ̣ ἱερέως καὶ ὑπο-
[μ]νηματογ[ρ]άφου καὶ ἐξηγητοῦ. ἀκολούθως δ̣ὲ τοῖς γεγονόσι̣ ὑ̣π̣ο̣-
10μνηματισ[μ]οῖς ου(*) καὶ βουλόμενος τὰ τῆς εἰσκρίσεως ἐπιτελ̣ε̣[ῖν]
εἰς τοὺς τὸ ἐ[νε]στὸς τέταρτον ἔτος Νέρωνος Κλαυδίου Καίσα̣ρ̣ο̣ς̣
Σεβαστοῦ Γε[ρ]μανικοῦ Αὐτοκράτορος ἐφήβους ἀξιῶ συντάξαι
τῷ τε κοσμ[ητ]ῆι καὶ τῷ γυμνασιάρχωι τοῖς οὖσι προσδέξασθαι
αὐτὸν εἰς τ[οὺ]ς τὸ αὐτὸ ἔτ[ο]ς ἐφήβους καὶ ἐπισκεψαμεν  ̣  ̣  ̣ τ̣ο̣ὺ̣ς̣
15προκειμέν[ου]ς ὑπομνηματισμοὺς εἰπεῖν τ̣ο̣ῖ̣ς̣   ̣  ̣  ̣  ̣
ὑπογράψαι μ[οι] τοὺς πρὸς τὴν εἴσκρισιν καὶ ἐφηβε̣ί̣α̣ν αὐτοῦ χρη-
μ[α]τισμοὺς̣, ἐ̣πικριθέντος αὐτοῦ ὑπὸ τοῦ τοῦ̣τ̣[ο] τὸ ὑπόμνημα
ἐπιστέλλον[το]ς ἀναγνώστου, μὴ παραποδίσασι παρʼ ὅσον οὐ
παρεστάθ̣[η ἐ]πὶ τῶν ἀχθεισῶν παραστάσεων οὐδʼ ἐστὶν
20ἐν ταῖς τῶ[ν μ]ελλάκων γραφαῖς μηδὲ παρʼ ὅσον ἐνλείπει
τινὰς χρό[νο]υς ἐκ τοῦ   ̣[  ̣]  ̣  ̣  ̣ου τοῦ α̣  ̣  ̣  ̣ν̣ωνος τ̣ῶ̣ν̣ ἐκ  ̣  ̣  ̣
[  ̣  ̣  ̣]  ̣α̣π̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣ων  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣φης τέτ̣αγμαι αὐτοῦ ἀπαρχ̣η̣  ̣
  ̣[  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣]αυτου  ̣  ̣  ̣[  ̣κ]ο̣σμείου τοῦ καὶ Ἀλθαιέως, ἵνʼ ὦ
πεφιλανθρ[ωπ]ημένος.
——
25

Apparatus


^ 10. l. <σ>ου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.