Papyri.info

sign in

p.oxy.42.3015 = HGV P.Oxy. 42 3015 = Trismegistos 16418



DDbDP transcription: p.oxy.42.3015 [xml]

IIspc Oxyrhynchus

-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- ]  ̣  ̣[  ̣  ̣]  ̣  ̣  ̣[  ̣  ̣]  ̣  ̣  ̣  ̣[ -ca.?- ]
[  ̣  ̣  ̣]  ̣  ̣μο̣ν̣ο̣  ̣κ[ -ca.?- ]  ̣[ -ca.?- ]υσι κάλλιστόν ἐστιν αὐτοὺς
[δικ]αιοδοτεῖν π[ρὸ]ς το̣ὺς Αἰγυπτίων νόμους
[ἐ]φ̣ʼ οἷς ἔξεστι κ[α]ὶ̣ μεταδιατίθεσθαι. καλῶς δι-
5[έθε]το ὁ τελευτήσ[α]ς.
(ἔτους) ιβ θεοῦ Τραιανοῦ Παχὼν ιγ. Ἄρειος καὶ Σαραπίων
ἀμφότεροι Πτολεμαίου πρὸς Ἀθηνόδωρον καὶ
Ἀπολλώνιον· ἐκ τῶν ῥηθέντων· Σουλ(πίκιος)
Σίμιλις πυθόμενος Ἀρτεμιδώρου τοῦ ἐξη-
10γουμένου τ̣ο̣[ὺς] ν̣όμους περὶ τοῦ πράγματος
καὶ συνλαλήσας τοῖς συμ[β]ούλοις ἔφη· Αἰγύ-
[π]τιος εἶχεν ἐξουσίαν καθὼς βούλεται διαθέσθαι.
[(ἔτους)   ̣  ̣] θεοῦ Τρα[ι]αν[ο]ῦ Τῦβι κ̣ ἐπὶ τῶν κατὰ Τρύφωνα
[πρὸ]ς Διδ̣[  ̣  ̣  ̣  ̣  ̣] μεθʼ ἕ[τερα]· Σουλ[πίκι]ος Σίμιλις
15[συνλ]α̣λή̣[σας τοῖ]ς συνβ[ούλοις] καὶ ἀνα[κοιν]ωσαμέν̣[ος]
[Ἀρ]τ̣εμιδώ̣ρ̣ῳ̣ ν̣ομικῷ ἔ[φη· λ]έγεται   ̣[  ̣  ̣  ̣]  ̣ονε  ̣[  ̣  ̣  ̣  ̣]
[  ̣  ̣]  ̣  ̣ οὔτε ἡ γυνὴ ἐφʼ ἧς καινότερόν τι συνεφών̣η[σεν]
ὁ πατὴρ τοῦ γαμοῦντος οὔτε οἱ υἱοὶ αὐτῆς περίεισι
οἷς̣ ἐδύνατο κατέχεσθαι τὰ κατὰ τὴν συμφωνίαν,
20ἄκυρόν ἐστιν ἤδη τοῦτο τὸ γράμμα. ὁ δὲ νόμος ὡς λέ-
γεται δίδωσιν ἐξουσίαν τῶι τὸ πανπράσιον \οἰ/κονομή-
σαντι(*) καὶ κ̣ατασχόντ̣α̣ τοῖς τέκνοις τὰ ἴδια ἐκλέ-
ξασθαι ἐξ α̣ὐ̣τῶν ἕνα καὶ κληρονόμων ποιῆσαι. οὐκου̣ν
παραπε̣σούσης τῆς δευτέρας ἀσφαλείας εἰς τὴν προ-
25τέραν ἀνέκαμψεν τὸ δίκαιον. ἐξῆν αὐτῶ ὡς ἐβούλετο
διαθέσθαι κληρονόμου̣ς καταλιπόντι τοὺς παῖδας αὐ-
τοῦ ἐφʼ οἷς ἐποιήσατο τὸ πανπράσιον.

Apparatus


^ 21-22. corr. ex ωκονομησαντι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.