Papyri.info

sign in

p.oxy.3.472 = HGV P.Oxy. 3 472 = Trismegistos 20607 = chr.mitt.235



DDbDP transcription: p.oxy.3.472 [xml]

AD130 Oxyrhynchus
[Reprinted from: chr.mitt.235] cfMChr235

1
-ca.?-
2
αυτη. καὶ γὰρ ἀπὸ τῆς ἐκείνου οἰκίας ἐξεληλύθει πεφαρμακεῦσθαι
λέ[γω]ν καὶ ἀπ[ὸ] μὲν τῆς Ἑρμιόνης οἰκίας ἐξιὼν οὔτʼ ἔφη
πρός τινα αἰσθέσθαι οὐδενὸς οὐδʼ ὅλως ὑπόνοιαν οὐδεμίαν ἔσχεν,
ἀπὸ δὲ τῆς ἑαυτοῦ τε καὶ τοῦ κληρονομεῖν μέλλοντος υἱοῦ
5προῆλθε πεφαρμακεῦσθαι λέγων. εἶχεν μὲν οὖν αἰτίας τοῦ καὶ
αὐτὸς ἑ[αυ]τῷ(*) προσενενκεῖν(*) φάρμακον ἃς καὶ ἄλλοι πολλοὶ τὸν
θάνατον τοῦ ζῆν προκρείναντες(*), καὶ γὰρ ὑπὸ δανειστῶν ὤλλυ-
το καὶ ἠπόρει. εἰ δʼ ἄρα τις καὶ ἐπεβούλευσεν αὐτῷ ὁ υἱὸς ἐπιτηδει-
ότ̣α̣τος. διὰ τί δ̣ʼ ἐπήνενκεν(*) τὸ ἔνκλημα ταύτῃ δῆλον. δύναται
10μὲν γὰρ καὶ ἄλ̣λ̣α τινὰ λελοιπῆσθαι(*) παρὰ τὸν τῆς προνοίας χρόνον,
διαδίκνυσι(*) \δὲ/ τὸ πρᾶγμα ὅτι καὶ ἐζηλοτύπει αὐτὴν μὴ ἐπισταμένην
καὶ ἄνδρα μὲν αὐτῆς ἑαυτὸν ἐκάλει, οὐκ ἀξιούμενος δὲ ταύτης
τῆς προσηγορίας ὑπʼ αὐτῆς καὶ ἐρωτικ\ῶ/ς(*) ἤλγει καὶ ἐπιζῆν ἑαυτῷ
ταύτην οὐκ ἤθελεν / /. ἐὰν λέγωσιν δοῦλον Σμάραγδον ἀνεύρετον
15γ̣ε̣[γ]ονέν̣αι αὐτὸν αἰτίαν ἔχοντα τοῦ τὴν πίστιν κεκλοφέναι / /,
φη[σ]ὶ̣ν̣ δʼ οὖν καὶ πίστιν γεγονέναι ἵνα κλεπῇ, οὐ δύναται γὰρ κεκλέ-
φθαι τὸ μηδʼ ἀρχὴν γενόμενον μὴ δυνατὸν δʼ εἶναι μηδὲ
πίστιν γεγρ[ά]φθαι. οὔτε γὰρ ἡ ἀγορασα(*) γράμματα ᾔδει οὔτε ἡ νῦν
ἐνκαλουμένη Ἑρμιόνη, οὔτε ξένος οὐδεὶς ἄλλης καταγραφείσης
20πίστ[ι]ν πα̣[ρʼ ἑ]αυτοῦ δίδωσι. ὥστε καὶ παρὰ τίνος ἂν εἴποι τὴν πίστιν
ἐσχηκέναι; παρὰ παντὸς γὰρ ἄκυρος ἦν. εἰ δὲ ἀπέδρα δοῦλος
οὐδὲν δύναται τοῦτο κατὰ δεσπότου. ἔτι μέντοι περὶ(*) τοῦ
μηδὲ πίστιν εἶναι καὶ ἡ νομὴ συνβάλλεται. τῶν γὰρ ἐν πίστει
καταγραφέ̣ντων τὸ ὄνομα μ[ό]νον εἰς τοὺς χρηματισμοὺς
25παρε[θ]έν̣τ̣ων, οὐκετι(*) δʼ ἀντιποιουμένων ὧν κατεγράφησαν
ἡ μὲν ἀγορασα(*) φανερ̣ά̣ ἐσ[τι]ν̣ καὶ ἀντιπεποιημένη καὶ ἀφʼ οὗπερ
ἠγόρα[σ]ε [κ]αρπουμένη, ὁ δʼ ἀφʼ οὗπερ πέπρακε οὐκέτι ἀλλὰ καὶ
τῶν τῆς μητρὸς τὴν [οἰ]κονομίαν ὡς προνοητὴς ποιούμενος
τούτο̣ι̣[ς δʼ οὐκ(*)] ἐνχ[ει]ρῶν / /. ἐὰν κοινόν ὁμολόγημα λέγωσι γεγο-
30νέναι τῆς θυγατρὸς πρὸς τὴν Ἑρμιόνην ἑκατὸν πεντήκοντα
κεραμίω[ν] καὶ ἀπὸ τούτων ὧν ἠγόρασεν κτημάτων φαμὲν
τοῦτο [πᾶ]ν μηδὲν εἶναι πρὸς τὸν κατήγορον. οὐ γὰρ εἴ(*) τι ἔπραξε
θυγάτηρ πρὸς τὴν μητέρα τοῦτο αὐτοῖς εἰς συκοφαντίαν εὕρημα,
ὅμως δὲ οὔτε τῶν αὐτῶν χρόνων οὐδὲ τοῦτο ἀλλὰ μετʼ ἐνι-
35αυτὸ[ν] ἐνγὺς(*) δὴ οὔτε ἑκ[ατὸ]ν πεντήκοντα κεραμίων χορηγία
πρὸς πίστ[ι]ν τεσσάρων ταλάντων οὐδὲν ἐστι, ταῦτα γὰρ μόνον̣
ἑνὸς ἐστιν τόκος. ἀλλὰ μὴ̣ν̣   ̣υτ̣ω̣ν πίστεως περὶ τούτων
οὔσης παρὰ τῷ δοκοῦντι πεπρακέναι ἑτέρῳ ἂν ἑαυτὴν̣ γράμ-
ματι ἡ θ[υγ]άτηρ κατηνγύα(*) τ̣ῷ̣ δημοσίῳ μελλήσουσα ἀφαιρε-
40θήσε[σθαι ὁ]πότε ἐκείνῳ ἐδόκει; ἀλλὰ καὶ τὸ τῆς [χορ]ηγίας τοιοῦτον
ἦν· [τῇ γὰρ Ἑρμι]όνῃ τρεῖς παῖδες ἦσαν, Ἀφ̣ρο[δ  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ν, Διονυσία,
τ[- ca.11 -]ν τῆς Διονυσίας τὸ προ̣[- ca.10 -] Ἑρμιόνη
[- ca.14 -] ἔκστασιν τοῦ μην̣  ̣[- ca.12 -]  ̣ε̣ν
[- ca.16 -]η̣ς̣  ̣  ̣  ̣  ̣[- ca.17 -]τ̣ε̣ρ̣ου
3
45τῶν παίδων τοῦ πρεσβυτέρου,
ἐδεήθη ἡ Διονυσία τῆς μητρὸς
μὴ ἐπὶ μόνοις αὐτὴν ἀπολιπεῖν
τοῖς διατ̣ηγῆναι(*) φθάσασ\ιν/(*)
ἀλλά τι καὶ παρασχεῖν ὡ̣ς ἐπὶ
50ἑνὶ μόνῳ σαλεύουσαν, καὶ ἡ μὲν
Ἑρμιόνη δίδωσιν αὐτῇ ἓν̣ ἥμισυ
τάλαντον. ἡ δʼ ἵνα μὴ καὶ ζῶσα
ἡ μήτηρ τούτων στερῆται δίδωσι
ἀντὶ τόκου κατʼ ἐνιαυτὸν τὴν
55χορηγίαν ταύτην καὶ τοῦτο αὐτὸ
γέγραπται κατὰ τὸ κοινὸν(*) ὁμολό-
γημα.

Apparatus


^ 2.6. corr. ex α[αυ]τω
^ 2.6. l. προσενεγκεῖν
^ 2.7. l. προκρίναντες
^ 2.9. l. ἐπήνεγκεν
^ 2.10. l. λελυπῆσθαι
^ 2.11. l. διαδείκνυσι
^ 2.13. corr. ex ερωτικος
^ 2.18. l. ἀγοράσ<ασ>α
^ 2.22. corr. ex   ̣ερι
^ 2.25. l. οὔπω
^ 2.26. l. ἀγοράσ<ασ>α
^ 2.29. [δὲ] prev. ed.
^ 2.32. corr. ex   ̣  ̣
^ 2.35. l. ἐγγὺς
^ 2.39. l. κατηγγύα
^ 3.48. l. διαταγῆναι
^ 3.48. corr. ex φθασασιν
^ 3.56. corr. ex ν̣κινον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.