DDbDP transcription: p.oxy.33.2680 [xml]
II/III spc Oxyrhynchus
r
Ἀρσινοηι(*) Σαραπι[ά]δι τῆ[ι]
ἀδελφῆι χα[ίρ]ειν.
Ἀχιλλᾶτος καταπλέοντος
ἀναγκαῖον ἔγνων διὰ γραπτοῦ
5σε ἀσπάσασθαι. περὶ οὗ μοι ἔγρα-
ψας ὅτι ἐτελέσθη, καλῶς ποι-
ήσεις δοῦσα αὐτὸ Ἀχιλλᾶτι τῶι
ἀδελφῷ μου ἵνα μοι αὐτὸ ἐνέγκῃ.
κόμισαι διʼ αὐτοῦ Ἀχιλλᾶτος ταρεί-
10χων κεράμιον̣ ̣[ ̣] ̣ξιμος. ἐὰν αἱ
ὁδοὶ στερεωθ[ῶσι] εὐθέως ἀπε-
λεύσ̣ο̣μαι πρὸς τὸν γεωργόν σου
καὶ αἰτήσω αὐτὸν τὰ ἐκφόριά σου.
ἐὰν ἄρα μοι αὐτὰ δοι(*). ἔδει γάρ σε
15ἐπιστολήν μοι πέμψαι πρὸς αὐ-
τόν. ὅμως εἰ πάλι(*) προέγραψας αὐ-
τῷ ἐμ[ο]ὶ αὐτὰ δοῦναι, ἀπελ[ε]ύσομαι
καὶ λήμψομαι αὐτά. ἄσπασαι Πολυ-
κράτην καὶ τοὺς σοὺς πάντας. ἀσπάζε-
20ταί σε Πόλ̣η̣τα καὶ Δημητροῦς. ἐάν
τι θέλ[ῃ]ς πεμφθῆναί σοι, γράψον μοι
καὶ εὐθέως σοι πέμψω. τὸ κεράμιον
τῶν ταρειχίων διὰ τὸ συμπεπτωκέναι
ἐπέλησα. τὰ δὲ ὑ(*)ποκάτω κρειττό-
25να ἐστὶν τῶν ἐπάνω. ἔρρω(σο).
Χοιὰκ κζ v
ἀπὸ Ἀρσινόης Σαραπιάδι γυναικὶ Πολυκράτ(ους).
Ἀρσινοηι(*) Σαραπι[ά]δι τῆ[ι]
ἀδελφῆι χα[ίρ]ειν.
Ἀχιλλᾶτος καταπλέοντος
ἀναγκαῖον ἔγνων διὰ γραπτοῦ
5σε ἀσπάσασθαι. περὶ οὗ μοι ἔγρα-
ψας ὅτι ἐτελέσθη, καλῶς ποι-
ήσεις δοῦσα αὐτὸ Ἀχιλλᾶτι τῶι
ἀδελφῷ μου ἵνα μοι αὐτὸ ἐνέγκῃ.
κόμισαι διʼ αὐτοῦ Ἀχιλλᾶτος ταρεί-
10χων κεράμιον̣ ̣[ ̣] ̣ξιμος. ἐὰν αἱ
ὁδοὶ στερεωθ[ῶσι] εὐθέως ἀπε-
λεύσ̣ο̣μαι πρὸς τὸν γεωργόν σου
καὶ αἰτήσω αὐτὸν τὰ ἐκφόριά σου.
ἐὰν ἄρα μοι αὐτὰ δοι(*). ἔδει γάρ σε
15ἐπιστολήν μοι πέμψαι πρὸς αὐ-
τόν. ὅμως εἰ πάλι(*) προέγραψας αὐ-
τῷ ἐμ[ο]ὶ αὐτὰ δοῦναι, ἀπελ[ε]ύσομαι
καὶ λήμψομαι αὐτά. ἄσπασαι Πολυ-
κράτην καὶ τοὺς σοὺς πάντας. ἀσπάζε-
20ταί σε Πόλ̣η̣τα καὶ Δημητροῦς. ἐάν
τι θέλ[ῃ]ς πεμφθῆναί σοι, γράψον μοι
καὶ εὐθέως σοι πέμψω. τὸ κεράμιον
τῶν ταρειχίων διὰ τὸ συμπεπτωκέναι
ἐπέλησα. τὰ δὲ ὑ(*)ποκάτω κρειττό-
25να ἐστὶν τῶν ἐπάνω. ἔρρω(σο).
Χοιὰκ κζ v
ἀπὸ Ἀρσινόης Σαραπιάδι γυναικὶ Πολυκράτ(ους).
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.