Papyri.info

sign in

p.oxy.33.2676 = HGV P.Oxy. 33 2676 = Trismegistos 16881



DDbDP transcription: p.oxy.33.2676 [xml]

AD151 Oxyrhynchus

Λου[κί]ῳ Διογένει καὶ ὡς χρηματί-
ζει παρὰ Ἀμοιτᾶτος Διονυσίου
ἀπʼ Ὀξυρύγχων πόλεως Περσων(*) τῆς
ἐπειγονῆς(*). ἐπειδέχομαι(*) γεωργῆ-
5σαι τὴν γῆν ἐπʼ ἔτη τέσσαρα βροχὰς
τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος ιε (ἔτους)
Ἀντωνείνου καίσα[ρ]ος τοῦ κυρίου
ἀπὸ τῶν ἀναγραφομένων εἰς αὐτὸν
βασιλικῶν ἐδαφῶν περὶ Σινκέφα
10ἐκ τοῦ Δήδυος κλή[ρ]ου ἀρούρας ἓξ
ἥμισυ τέταρτον , ὥστε ταύτας
τῷ μὲν ιε (ἔτει) καὶ ιζ (ἔτει) σπεῖραι καὶ ξυλα-
μῆσαι οἷς ἐὰν αἱρῆται \γένεσι/ χωρὶς τελωνι-
κῶν σπόρων, ἐκφορίου ἀποτάκτου κατʼ ἔτ(ος)
15λαχανοσπ[έρμου ἀρ]ταβῶν δέκα , καὶ
τῷ ιϛ (ἔτει) καὶ ἐσχάτ̣ῳ ἔτεσι δυσὶ σπεῖ-
ραι πυρῷ, ἐκφορίου ἀποτάκτου κατʼ ἔ-
τος πυροῦ ἀρταβῶ̣ν̣ τεσσεράκοντα ,
σπονδῆς κατʼ ἔ[το]ς οἴνου κεραμίου
20ἑνὸς ὃ κοινῇ   ̣[  ̣]θήσεται, ἀκίνδυ-
να τὰ κατʼ ἔτος ἀπότακτα ἅπαντος
κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσί-
ων ὄντων πρὸς τὸν μεμισθωκότα
ὃν καὶ κυριεύειν τῶν καρπῶν
25ἕως ἂν τὰ κατʼ ἔτος ἀπότακτα κομί-
σηται. βεβαιουμέ[ν]ου δὲ τοῦ ἀναφορίου
ἀποδότω ὁ μεμε̣[ισθ]ωμένος τὰ κατʼ ἔ-
τος ἀπότακτα ἀ[εὶ τ]ῷ̣ Π̣α̣ῦ̣ν̣ι̣ μηνὶ
τὸ μὲν λαχανόσπερμον ἐφʼ ἁλώ-
30νων Σινκέφα νέον καθαρὸν ἄδωλον(*)
ἄβωλον κεκοσκινευμένον μέτρῳ
τετραχοινείκῳ(*) Λογγείνου ἀπολυ-
σίμου τῶν παρʼ αὐτοῦ ποιουμένων
τὴν μέτρησιν, τὸν δὲ πυρὸν τοῦ εἰ-
35σιόντος ἔτους κατʼ ἔτους μετρείτω
εἰ[ς] δημόσιον θησαυρὸν Σινκέφα
καὶ ἀναδότω τ̣ὸ τούτων θέμα καθαρὸν
ἀπὸ πας(*) δαπάνης. καὶ ἡ πρᾶξις ἔστ(ω)
τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθ(ωμένου)
40καὶ ἐκ <τῶν> ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐκ δίκης. ἐὰν δέ τις ἄβροχ(ος)
γένηται τοῖ̣ς̣ ἑ̣ξ̣ῆ̣ς ἔτεσι παραδεχθήσετ(αι)
τῷ μεμισθ(ωμένῳ) πρὸς ἀνάλογον. κύριον(*)
τὸ ἀναφόριον. (ἔτους) ιε αὐτοκράτορος καίσαρος
45Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ
εὐσεβοῦς Φαῶφι ιϛ. (hand 2) Ἀμοιτᾶς
——
Διονυσίου ἐπιδέχομαι
(hand 3) γεωργῆσαι τὴν γῆν ἐπὶ τὰ
τέσσερα ἔτη καὶ ἀποδώσω
50τὰ δηλούμενα κατʼ ἔτος ὡς πρόκ(ειται)
Διονύσιος   ̣  ̣  ̣  ̣τωτο ἔγραψα
ὑπὲρ αὐτοῦ μὴ εἰδότος
γράμματα. χρόνος̣ ὁ α̣(ὐτός).

Apparatus


^ 3. l. Περσοῦ
^ 4. l. ἐπιγονῆς
^ 4. l. ἐπιδέχομαι
^ 30. l. ἄδολον
^ 32. l. τετραχοινίκῳ
^ 38. l. πάσ<ης>
^ 43. corr. ex κυρι⟦α η μισθ⟧ον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.