Papyri.info

sign in

p.oxy.27.2478 = HGV P.Oxy. 27 2478 = Trismegistos 17012



DDbDP transcription: p.oxy.27.2478 [xml]

AD 595/6 Oxyrhynchus

r
βα[σιλ]είας τ[οῦ θ]ειοτάτου κ[αὶ] εὐσεβ(εστάτου) ἡμῶν δεσπ(ότου) μεγίστου εὐεργέτου
Φλαβίου Μα[υρ]ικίου Νέου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος
ἔτους ιδ ὑπ[ατ]ίας(*) τοῦ αὐτοῦ εὐσεβ(εστάτου) ἡμῶν δεσπ(ότου) ἔτους ιγ Ἁθὺρ λ ἰνδ(ικτίονος) ιδ.
Φλαβίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων
5γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ
οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ
αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Ζαχαρίας οἰκονόμος
τῆς ἐκκλησίας τῆς ἁγίας ἀναστάσεως υἱὸς τοῦ τῆς περιβλέπτου
μνήμης Ἀναστασίου ὁρμώμενος ἀπὸ ταύτης τῆς Ὀξυρυγχιτῶν
10πόλεως ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ
γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπωμνύμενος(*) τὸν θεῖον καὶ
σεβάσμιον ὅρκον ἐνγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῆς ὑμῶν ὑπερφυείας
διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Παμβήχιον υἱὸν Παύλου
μητρὸς Θέκλης ὁρμωμενος(*) ἀπὸ ἐποικίου Ἀθλίτου κτήματος
15τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφον
αὐτῆς πωμαρίτην ἐφʼ ᾧ αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ
διάγειν ἐν τῷ   ̣  ̣  ̣  ̣α̣υτων γεουχικῷ πωμαρίῳ καὶ πᾶσαν φιλοκαλείαν(*)
καὶ καλλιέργειαν ἐ̣π̣ʼ α̣ὐ̣τ̣ὸ̣ ἐνδείξασθαι ἀμέμπτως καὶ ἀόκνως
καὶ ἀκαταγνώστως καὶ εὐγνωμονεῖν τὸν ὑπὲρ αὐτοῦ φόρον
20κατʼ ἔτος κ[αὶ τ]ὰς διδομένας παρʼ αὐτοῦ ἐξ ἔθους γεουχικὰς
ὑπηρεσίας πάσας [κα]ὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς
ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε
ἡμέρᾳ οἱασ[δ]ηποτοῦν ἕνεκεν προφάσεως τοῦτον παροίσω καὶ
παραδώσω ἐ[ν] δημοσίῳ τόπῳ ἐκτὸς παντὸς τόπου προσφυγῆς
25καὶ λόγου ἔνθα αὐτὸν κ[αὶ] παρείληφα ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν
οἴκου ἢ εἰ μὴ τοῦτο ποιήσω ὁμολογῶ οἴκοθεν [ὑπ]ὲρ αὐτοῦ πληρῶσαι
τὰ ἐκφόρια τοῦ αὐτοῦ γεουχικοῦ πωμαρίου κινδύνῳ ἐμῷ καὶ τῆς
πάσης μου ὑποστάσεως. κυρ(ία) ἡ ἐγγύη ἁπλ(ῆ) γραφ(εῖσα) καὶ ἐπερ(ωτηθεὶς) ὡμολόγησα. †
(hand 2) † Ζαχαρίας υἱὸς τοῦ μακαρίου Ἀναστασίου ὁ προγεγραμμένος.
30στοιχεῖ μοι αὕτη ἡ ἐγγύη ὡς πρόκ(ειται).
v
ἐγγύη Ζαχαρίου τοῦ   ̣  ̣  ̣ ἀπὸ Ὀ[ξ(υρυγχιτῶν)]
πόλε(ως) ἀναδεχ(ομένου) Π  ̣  ̣  ̣  ̣ ἀπὸ ἐποικίου Ἀθλίτου κ̣τ[ήματος. ⁦ -ca.?- ⁩]

Apparatus


^ r.3. l. ὑπατείας
^ r.11. l. ἐπομνύμενος
^ r.14. l. ὁρμώμενον
^ r.17. l. φιλοκαλίαν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.