Papyri.info

sign in

p.oxy.22.2351 = HGV P.Oxy. 22 2351 = Trismegistos 22222



DDbDP transcription: p.oxy.22.2351 [xml]

AD112 Oxyrhynchus

r
ἐμίσθωσεν Φρατρῆς Ἀρθοώνιος τοῦ Ἀρ-
θοώνιος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἱερεύς
Θοήριδος καὶ Ἴ̣[σ]ιδος καὶ Σαράπιδος καὶ τῶν συν-
νάων θεῶν μεγίστων Τοτοῇ τῷ καὶ Πλουτάρ-
5χῳ καὶ Παχνούμει ἀμφοτέροις Παχνούμιος
τοῦ Τοτοέως μητρὸς Θαήσιος καὶ Τοτοῇ
Πατσίριος(*) τοῦ Τοτοέως μητρὸς Ταχνούμιος
τοι(*) τρισὶ ἀπὸ κώμης Ταναίεως(*) Πέρσαι(*) τῆς ἐπιγο-
νῆς εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος
10ἑκκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ
κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ καὶ τῷ
ἀδελφιδῷ αὐτοῦ Ἀρθοώνει Πετεύριος
περὶ τὴν αὐτὴν Τανάϊν(*) ἐκ τοῦ Νικαίου
κλήρου ἀρούρας εἴκοσι τέσσαρας ὥστε σπεῖ-
15ραι κατʼ ἔτος τὸ μὲν ἥμισυ πυρῷ τὸ δὲ ἕτε-
ρον ἥμισυ ξυλαμῆσαι ἄρακι ἐκφορίου
κατʼ ἔτος(*) τῆς μὲν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας
ὀκτὼ ἥμισυ τῆς δὲ ἐν ἄρακι ἀνὰ πυροῦ
ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι
20τέσσαρας ἄρτων ἀρτάβης μιᾶς κατʼ ἔτος
παιδαρίοις ἀρτάβης ἥμισυ . ὁμολογοῦσι δὲ
οἱ μεμισθωμένοι ἐσχηκέναι καὶ παρα-
μεμετρῆσθαι παρὰ τοῦ Φατρέως εἰς σπέρ-
ματα τῆς γῆς̣ τοῦ ἐνεστῶτος ἔτους ἀδια-
25φόρους ἀρτάβας δώδεκα καὶ προσομολο-
γοῦσι οἱ αὐτοὶ μεμισθωμένοι ὀφίλειν(*) τῷ
Φατρῆτι ἀπὸ λοιπογραφίας ἐκφορίων τῶν
αὐτῶν ἀρουρῶν πυροῦ ἀρτάβας ἐνενήκον-
τα δύο ἐξ ὧν δώσουσι οἱ μεμισθωμένοι
30ἐπὶ μὲν τὰ πρῶτα ἔτη τρία κατʼ ἔτος πυροῦ
ἀρτάβας εἴκοσι . τὰς δὲ λοιπὰς τῆς ὀφειλῆς
πυροῦ ἀρτάβας τριάκοντα δύο χαριε͂τε(*)
αὐτοῖς ὁ Φα[τ]ρῆς ἐὰνπερ εὐδωσιτικῶσι(*)
οἱ μεμισθωμένοι ἐν τῇ ἀποδόσει τῶν
35προκειμένων ἐκφορίων καὶ σπερμάτων καὶ
τῶν τῆς κ[α]τʼ ἔτος ἐπὶ τὸν τριετῆ χρό-
νον ὀφειλῆ̣[ς] κατʼ ἔτος ἀνὰ πυροῦ ἀρτάβας
εἴκοσι ἀκι[ν]δύνων παντὸς κινδύνου
τῶν τῆς γ[ῆ]ς̣ δημοσίων ὄντων πρὸς τὸν
40μεμισθω̣[κ]ότα τῶν δὲ καρπῶν κυριευ-
έτω ἓως ἂ[ν] τὰ ὀφειλόμενα αὐτῷ κατʼ ἔ-
τος κομίσ[ητ]αι. τῆς δὲ μισθώσεως
βεβαιουμέ[ν]η̣ς ἀποδ[ό]τ̣ωσαν οἱ μεμισθω-
μέ̣ν̣οι τῷ Φατρῆτι τὰ κατʼ ἔτος ὀφειλό-
45μενα αὐτ[ίκ]α ἐ̣ν̣ τ̣ῷ Παῦνι μ̣η̣νὶ ἐφʼ ἅλω
Ταναίεως̣(*) [π]υρὸ̣ν νέον καθαρὸν ἄδολον
ἄκριθον κεκοσκινευμένον ὡς εἰς δη-
μόσιον μετρούμενον μέτρῳ τετάρτῳ
παραλημπ̣[τι]κῷ αὐτοῦ Φάτρεως ἑαυτῷ
50μετροῦντ̣[ος] ἢ διʼ οὗ ἐὰν αἵρηται. ἕξει δὲ ὁ
Φατρῆς το[ῦ] ἐγβησομένου κατʼ ἔτος ἀχύ-
ρου τὸ ἥμ[ισ]υ̣ ὃ δʼ ἂν προσοφειλέσωσι ἀπο-
τεισάτω[σα]ν(*) μεθʼ ἡμιολίας(*) καὶ ἡ πρᾶξις
ἔστω Φα̣[τ]ρ̣ῇ ἔκ τε τῶν μεμισθωμέ-
55νων ὄντων̣ ἀλληλεγγύων εἰς ἔκτεισιν
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων
καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἂν αὐτῶν αἵρηται.
ἐὰν δὲ ἀδωσιτικῶσι(*) ἐν τῇ ἀποδόσι(*) τῶν
προκειμένων ὡς ἐπάνω δεδήλωται ἔξον-
60τος(*) τῷ Φατρῇ ἐντὸς τοῦ χρόνου ἑτέροις
μεταμισθοῖν καὶ ἐκπράσσειν αὐτοὺς
τὰ ὅλα ὀφειλόμενα διὰ τὸ ἐπὶ τούτοις
ἑστάσθαι. κυρία ἡ μίσθωσις οὖσά μου
τοῦ Τοτοέως τοῦ καὶ Πλουτάρχου χειροὶς(*)
65καὶ εὐδοκῶ καὶ συναποδώσω ἐξ ἀλληλεγ-
γύης ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἔτους
ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ Φαῶφι δεκάτῃ. (hand 2) Παχνοῦμις
70Παχνούμιος τοῦ Τοοέως μητρὸς Θαήσιος καὶ
Τοτοῆς Πατσίριος(*) τοῦ Τοτοέως μητρὸς Ταχ-
νούμιος ἀμφότεροι συνμεμισθώμεθα
ἐπὶ τὰ τέσσαρα ἔτη ἐκφορίου τῆς μὲν πυρῶι(*)
ἀνὰ πυροῦ ἀρτ̣άβας ὀκτὼ ἥμισυ τῆς δὲ ἄρακι(*) ἀνὰ
75πυροῦ ἀρτάβας δύο ἢ ἀργ(υρίου) (δραχμὰς) εἴκοσι τέσσαρας καὶ συν-
έσχομεν τὰς τῶν σπερμ(άτων) πυροῦ ἀρτάβας δέ-
κα δύο καὶ ὀφείλομεν λοιπογρ(αφίαν) (πυροῦ) ἀρτάβας ἐνε-
νήκοντα δύο ἐξ ὧν συναποδώσομεν
ἐν τῇ πρώτῃ τριετείᾳ κατʼ ἔτος πυροῦ
80ἀρτάβας εἴκοσι τὰς δὲ λοιπὰς ἀρτάβας τριάκον-
τα {δὲ}(*) χαρεῖτε(*) ὁ Φατρῆς ἐπὶ(*) πᾶσει(*)
τ̣ο̣ῖς προκειμένοις οἷς καὶ εὐδοκοῦμεν. Θοῶνις
ὁ καὶ Ἀλκ  ̣[  ̣  ̣] Παπίρ̣ι̣[ο]ς̣ ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδ̣(ότων)
γράμμα[τα -ca.?- ]
v
85(ἔτους) κ Τραιανοῦ Καίσαρος τ(οῦ) κ(υρίου) μη(νὸς)
Κα̣ι̣σαρείου̣ β
ἐγδέδωκα ἀποχὴν τῶι Τοτοῇ καὶ Παχνο(ῦμει)
τ̣ῶ̣ν ἐκφο(ρίων) <καὶ> λ̣ο̣(ιπογραφίας) φόρων μη(νὸς) Σεβ(αστοῦ)
π̣ε̣ρ̣ιδ  ̣ηδ(  ) (αὐτοῦ) (ἔτους)

Apparatus


^ r.7. Παπίριος prev. ed.
^ r.8. l. τοῖ<ς>
^ r.8. l. Τανάεως
^ r.8. l. Πέρσαι<ς>
^ r.13. Τανα̣ί̣ιν prev. ed.
^ r.17. corr. ex ἔτο⟦υ⟧ς
^ r.26. l. ὀφείλειν
^ r.32. l. χαριεῖται
^ r.33. l. εὐδωσιδικῶσι
^ r.46. l. Τανάεως
^ r.52-53. l. ἀπο|τισάτω[σα]ν
^ r.53. ἡμιολίου prev. ed.
^ r.58. l. ἀδωσιδικῶσι
^ r.58. l. ἀποδόσει
^ r.59-60. l. ἔξεσ|ται
^ r.64. l. χειρὶ
^ r.71. Παπίριος prev. ed.
^ r.73. πυροῦ prev. ed.
^ r.74. ἀράκε̣ι̣ (l. ἀράκῳ) prev. ed.
^ r.81. δὲ prev. ed.
^ r.81. l. χαριεῖται
^ r.81. επ̣ε̣ὶ prev. ed.
^ r.81. l. πᾶσι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.