Papyri.info

sign in

p.mil.vogl.1.25 = HGV P.Mil. Vogl. 1 25 = Trismegistos 12345



DDbDP transcription: p.mil.vogl.1.25 [xml]

AD 126-127 Tebtynis

1
ἀγαθῆι τύχηι
κερδῶν Ἑρμῆς Ἀφροδείτη
ἐπʼ ἀγαθῷ
⁦ vac. ? ⁩
[ἀ]ν̣τίγ[ραφο]ν̣ ὑπομ[ν]η̣[μα]τισ[μοῦ]
5⁦ vac. ? ⁩
5[⁦ -ca.?- ⁩ Π]ο̣λέ[μω]νος μ̣[ερίδος ](*) [⁦ -ca.?- ⁩]
⁦ vac. ? ⁩
-- -- -- -- -- -- -- -- -- --
2
Ἀνδρομ[ά]χου στρατηγοῦ Ἀρσι(νοΐτου) Πολ(έμωνος) μερίδ(ος) (ἔτους) ια Τῦβ[ι ⁦ -ca.?- ⁩]
ἐξ ἀναφορίου Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμ[όνος]
Δημητρίου ἀπελευθέρου Ἡρακλείδου πρὸς Παυλεῖνο[ν]
Πάτρωνος τῶν γεγυμνασιαρχηκότων. Ἀμμώνιο̣[ς]
5ῥήτωρ ὑπὲρ Δημητρίου· δειʼ(*) οὗ παρ[ε]κόμισε̣ν̣ ὁ συνηγο[ρού-]
μενος ἀναφορίου ἐνκλήματα δύο ὥρισεν κατὰ τοῦ ἀ[ν-]
τιδίκου, ἓν μὲν περὶ πίστεως οἰκοπέδων, τὸ δʼ ἕτερ[ον]
περὶ δραχμῶν δισχιλίων , ἃ παρέ[θ]ετο ⟦τῷ⟧ Γεμείνῳ
ἀδελφῷ τοῦ Παυλείνου. τὸ μὲν οὖν περὶ τῶν οἰκοπέ-
10δων τὸ παρὸν ὑπερτίθεται, τὰς δὲ δισχιλίας δραχμὰς
τοῦ Γεμείνου τελευτήσαντος ἀξιοῖ παρὰ τοῦ Παυλείνου,
φροντίζοντος τῶν ὑπʼ ἐκείνου ἀπολιφθέντων(*), ἀπολα-
βεῖν. πῶς δὲ ὁ Γέμεινος ἔσχεν τὸ ἀργύριον λέγω. ὁ συνη-
γορούμενο[ς], οἰκιακὸς ὢν ἐ̣κείνο[υ], ἐνίοτε δὲ καὶ φροντισ-
15τής, παραθέμενος αὐτῷ τὰ[ς] δισχιλίας δραχμάς,
ἐποίησεν τ[ὰ] τῆς παραθέ[σεως] γράμματ̣[α εἰ]ς ὄνομα [φί]λ[ο]υ
[ἑ]αυ[το]ῦ Ἀ[τρ]η[νοῦ] τινος γραφ[ῆ]ναι. [ἀ]ξ[ιο]ῖ οὖν, ἐπιφέρων
τὰ τοῦ Γεμείνο[υ] εἰς τὸν Ἀτρη̣[νὸν γρ]άμματα, τὸ ἀργύρι[ον]
ἀπο[λα]βεῖν [  ̣]  ̣ω[  ̣  ̣]μ[  ̣  ̣]εν  ̣  ̣[  ̣]ου π̣α[ρε]κ̣ό[μι]σεν ὁ Δ[η]μήτρ[ι]ος
20[ἀ]ναφορίου. Παλαμήδης ῥήτωρ ὑπὲρ [Π]αυλε[ί]νου·
[ἐ]δ̣ύν̣ετο μὲν ὁ̣ σ̣[υ]ν̣[ηγ]ορ[ού]μενο[ς] τ[ὸ] περὶ τ[ῶν δ]ισχι[λ]ίων
[δραχμῶ]ν ζή[τ]ημ[α] διακ[ρ]ο̣ύ̣σασθαι· ο̣ὐ̣ γ̣ά[ρ] ἐ[στι]ν ἐπ[ί]τροπος
[τ]ῶν [τοῦ] ἀδελφ[ο]ῦ [υἱ]ῶν. [ἵ]ν̣α δὲ ἐπιγνῶς τὴν [τ]οῦ ἀντιδίκου
[κ]ακοπραγμοσύνην [ἑ]τοιμς(*) ἐ̣σ̣τ̣ι̣ π̣[ρ]ὸς ε[  ̣  ̣]  ̣[  ̣]ς ἀμφότερα τὰ διὰ τ[οῦ]
25ἀναφορίου ἐνκλήματα ἀπολογήσασθαι. ἐ̣στὶν δὲ τὸ πρῶτον ἔν-
κλημα ὡς αὐτὸς ὥρισεν τοιοῦτον· ἐπὶ τοῦ προστρατηγήσαντος
Κλαυδίου Διονυσίου κεκρῖσθαι π̣[ρ]ὸς [τ]ὸν [Παυλ]εῖνον περὶ πείστε-
ω[ς](*) [οἰ]κοπέδων ἐνκ[έ]κληκεν καὶ π̣[ρ]ο̣σέθη[κεν κ]εκρῖσθαι ἀποκα-
τ[ασ]τῆσαι αὐτῷ τὸν Παυλεῖνον τὴν πε̣ί̣στ[ιν](*). νῦν δὲ τὴν πε-
30ρ[ὶ τ]ούτων διάκρισιν [εἰ]δὼ[ς ὅ]τι καταγνωσθήσεται παραιτεῖται.
[ὁ] γὰρ Παυλεῖνος διαβεβαιοῦται μηδʼ ὅλως κεκρῖσθαι πρὸς αὐτὸν
ἐπὶ τοῦ Διονυσίου περὶ πίστ[ε]ως οἰκοπέδων, ἀ[λλ]ὰ πρὸς ἕτερα πρόσ-
[ωπα.] Δημήτριος· περὶ [τούτ]ου [νῦν οὐ βούλομαι λέγειν]
Πα[λα]μήδης· διὰ τοῦ ἀναφορεί[ου](*) τὸ ἔνκλημα [ὥρισεν· εἰ μ]ὲν περὶ τού-
35το̣υ μὴ βούλεται λέγειν, αὐτὸ τοῦ[τό γ]ε ἀποκρει[θῆναι](*) [μ]οὶ δ̣ε̣ῖ̣. ἆρα [μ]ὲν ἐκρίθ[η]
π̣[ρ]ὸς τὸν Π̣αυλεῖνον περὶ οἰκοπέδων; ὁ στρα[τηγ]ὸς Δημητρίῳ· τί πρ[ὸς]
τ̣[ὸν] Π[αυ]λεῖ[ν]ον; Δημήτρειος· πρὸς μ[ὲ]ν τὸν Παυλεῖνον ο̣ὐ̣κ ἐκρίθην
περὶ τῶν οἰκοπέδων· ὡς δὲ προε[ῖ]πον, νῦν πε[ρ]ὶ τούτ[ου] οὐ λέγω. τὸ
δὲ ἀργύριον ἀξιῶ ἀπολαβεῖν. Παλαμή[δης· ἤ]δη μὲν̣ ἐν τῷ
40[πρ]ώτῳ ὁ Δημήτριος ὡ̣μολόγησεν παραλελογ[ί]σθαι τὸν κράτιστον
3
ἡγε[μ]όν̣α, ἀλλὰ κ[αὶ] ἐ̣ν τῷ περὶ [τοῦ ἀ]ρ̣γυ[ρ]ίου ἔτι μ[ᾶ]λλον
αὐτ̣[οῦ] κ̣αταγνσῃ(*) ἀνανκα[ῖ]ον(*) [δὲ κα]ὶ περὶ τῶν προσώ-
πων̣ [τ]οσοῦτον προειπεῖν ὅτι ὁ μ[ὲν Γέ]μ̣εινος [εὐ]σχη-
μονέ[στ]ατος ἦν ἄνθρωπος, ὁ δὲ ἀντίδικος ἄπορός ἐστιν
5οὐδεμ[ία]ν ἀφορμὴν ἕξων ἀποδεῖξα[ι, ἀφ]ʼ ἧς τὸ ἀργύριον
δύνατ̣[αι ἐ]σ̣χηκέναι. καὶ [τ]ὸ ὡμολογη[κ]έ̣να̣ι δὲ αὐτὸν
οἰκιακὸν γεγονέναι, ἐν[ίοτ]ε δὲ καὶ φροντιστὴν τοῦ
Γεμε[ί]νο[υ] μάλιστα συ̣ν̣  ̣α̣[  ̣]  ̣  ̣αλλεται πρὸς τὸ παρὸν
ζήτημα· ἐκ τούτου γὰρ ἐλέγχεται ὀψονίου(*) μὲν ὑ-
10πηρ[ε]τῶν, ἐνδείᾳ τῶν ἀνανκαίων(*) ὕποπτος δʼ ἐσ[τὶν]
μὴ ἄρα ἐν τῇ τοῦ ἡμετέρου οἰκίᾳ διατρείβων(*) [τὸ] χιρό-
γραφον(*) ἔκλεψεν, ὅπερ, ζῶντος μὲν αὐτοῦ, δυναμένου
ἀκρειβέστερον(*) διδάξαι π[ῶ]ς παρέπεσεν, οὐκ ἐπήνεγκεν.
ἡνίκα δὲ ἐκεῖνος ἐτελεύτησεν τὸ ἀγύριον μετέρχε-
15ται. τούτοις προστίθημ[ι] τ[ὸ] πάντων μεῖζον καὶ σ[υ]ν[ε]λέγ-
χον [τὴ]ν τοῦ Δη[μη]τ[ρ]είου [κα]κουρ̣γε[ί]αν(*)· [φη]μὶ γὰρ αὐ[τ]ὸ̣ν μ[η]δ[ὲ]
τὸν Ἀτρηνοῦ(*) εἰς ὄνομα ε̣[ἶπ]ε συντ[ετ]άχ̣θαι τὸ χειρόγ[ρ]αφον
εἰδέναι, μη[δ]ὲ δύν̣[α]σ[θ]αι ἀποκρει[θ]ῆναι(*) τίς ἔστι[ν] ἢ ἀπὸ π[⁦ -ca.?- ⁩]
Δημήτριος· [ο]ὔκ ἐστ[ιν Ἀτρηνὸ]ς ἀλλὰ Δεῖος Ἀτρηνοῦ, φίλ[ος μου,]
20[εἰς] ὃν ἐποίησα τὸ χε[ι]ρ[ό]γραφον [γραφ]ῆναι.
Π[α]λαμ[ή]δης· οὐδὲ ὁ Δ[ε]ῖος τίς ἐστ[ιν] ἐπίσταται   ̣οτε[  ̣] πό[θ]εν
ἐστίν. καί τοι οὐκ ἀπαρκεῖ τοῦ Γ[εμείνου, ἀλ]λὰ κα[ὶ] γράμμα[τ]α τ[ο]ῦ Δ[ε]ί-
[ο]υ [ἐ]π̣[ε]νεν[κ]ε[ῖν](*) [ὀ]φείλει ὁμολ[ογ]οῦντο[ς] τουδου̣[  ̣  ̣]ναι τὸ [δ]ι-
ὰ τοῦ χειρ[ογρ]ά[φο]υ [ἀ]ργύριον. Δημήτριος· κ[αὶ] γ̣ρ[άμμα]τα
25αὐτοῦ ἔχω. ὁ στρατηγός· ἀνάγνωθι τά τε το[ῦ] Γεμείνου καὶ
τὰ τοῦ Δείου γράμματα. ἀναγνωσθέντος τοῦ μὲν Γεμείνου
χιρογράφου(*) κεχρονισμένου εἰς τὸ ὄγδοον ἔτος Ἁδρ[ιαν]νοῦ
Καίσαρος τοῦ κυρίου, ὧν δὲ [λέγει ὁ] Δημ[ή]τριος εἰληφέναι
παρὰ τοῦ Δείου γραμμ[ά]των κεχρονισμένων εἰς τὸ δ[έ]κα-
30τον ἔτος Θῶθ τρειακάδα(*). ὁ στρατηγὸς Δημη-
τρείῳ· διὰ τί οὐχ ἅμα [το]ῖς το[ῦ Γε]μελίνου γράμ[μ]ασιν καὶ παρὰ
τοῦ Δείου ἐξομολογουμένου τὴν πίστιν τὸ χιρό-
γραφον(*)
ε̣ἴ̣λ̣ηφας; Δημήτριος· ἐφʼ ὅσον ὁ Γέμεινος περιῆν ὑπεισ-
χ[ν]εῖτο(*) ἀποδώσε[ιν], μετὰ δὲ τελευτὴν ἐκείν[ο]υ ἀ[γ]νωμο-
35νούντων τῶν ἀντι[δίκων] ἐδέ[ησ]ε με καὶ γρά[μ]ματ[α] τοῦ
Δείου [λ]αβεῖν. Π[αυλ]ε[ῖνος]· καὶ ἐ[κ τῶν] χειρογ[ράφ]ων
το[ύτ]ων ἡ κακουρ[γεία](*) [συν]ελέγχετα[ι]. τοῦ μὲν̣ γὰρ [ἀδ]ελ-
φοῦ μου παραθέσ̣[εώς ἐ]στιν χιρό-
γραφον(*)·
4
ὃ δὲ λέ[γει], μετὰ τελευτὴν αὐτοῦ, εἰληφέναι παρὰ τοῦ Δείου
[ὡ]ς περὶ δ̣[αν]είου ἐγράφη, καὶ κεχρόνισται μὲν εἰς Θῶθ τριακάδα
τοῦ δεκά[του] ἔτους, ὁ δὲ Γέμεινος ἐτελεύτησεν δωδεκάτῃ τοῦ
Φαῶφι; δ[ύ]ναται δὲ κα̣ὶ σήμερον ὑφʼ ὅτου δήποτε γραφν(*) ἐξ ὀνό-
5ματος Δείου τινὸς [ἐ]νφέρεσθα̣ι· πλὴν λεγέτω πόθεν ἐστὶν Δεῖος.
Δημήτρι[ο]ς· ἔνπορός ἐστιν, φίλος μου, ἀπὸ νομοῦ Ἡρακλεοπολίτου.
Παυλεῖνος· [π]αραστησάτω αὐτὸν. ὁ στρατηγὸς Δημητρίῳ·
ἐν πόσα[ι]ς [ἡμ]έραις τὸν Δεῖον παραστήσεις; Δημήτριος· ἐν ἡ[μέ]ραις
δεκαπέντε. Ἀνδρόμαχος ὁ στρατηγὸς Δημητρίῳ· τὰ
10μὲν εἰρημένα ὑπεμ[νημ]ατίσθη, ἀν[τὶ δ]ὲ ὧν ᾐτήσω ἡ[μερ]ῶν
δεκαπέντε, δί[δωμί] σοι ὅλας τριάκοντα ἐν αἷς παρ[αστήσ]ειν τὸν
Δῖον, οὗ [λέγει]ς εἶναι ὃ ἐπιφέρεις χιρό-
γραφον(*). ἐν τοσούτ[ῳ] δὲ αὐ-
τὸ τὸ χιρό-
γραφον(*) [ὑ]π[ο]γραφὲν ὑπό σου ὅτι ἐστὶν ἰδιόγραφον τοῦ
Δίου, ὃν [λέγει]ς ἀπὸ [νομ]οῦ Ἡρακλεοπολίτου, καὶ σφρα[γισθὲ]ν ὑπό
15τέ σου καὶ τ[ο]ῦ Παυ[λε]ίνου μενῖ(*) παρὰ Θέωνι ὑπη[ρ]έτ̣ῃ· [ὅτ]α̣ν̣ γ̣ὰ̣ρ ὁ
Δεῖος παρατύχῃ, ὀ[ψόμ]εθα τί καὶ αὐτὸς περὶ τούτου λ[έγει. καὶ ἐπέ-]
τρεψεν τῷ Θέωνι τ[ὸ ἀ]κό[λ]ουθον ποιῆσαι.   ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
——
ἀ[ντίγραφον] ὑπομν[ημα]τισμ[ο]ῦ [Ἰουλί]ου Ἀ[σκληπιάδου]
[(ἔτους) ια Αὐτοκρά]τορ[ος Καίσα]ρος Τραιανοῦ Ἁδ[ρι]ανο[ῦ Σεβ]α̣σ[τοῦ   ̣  ̣  ̣]
20γρα(  ) [Παῦ]νι ζ. ἐπεὶ βήματος ε  ̣[  ̣  ̣]  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]ν[  ̣]α[⁦ -ca.?- ⁩]
[  ̣  ̣  ̣  ̣  ̣  ̣]εύοντος Φλαυε[ί]ου   ̣[  ̣]ε[  ̣]ο[  ̣  ̣  ̣  ̣   ̣  ̣]  ̣ωνος [κ(?)]α[ὶ(?)]
[  ̣  ̣  ̣  ̣  ̣]λεν Ἡ[ρ]ακλείδου Πρεί̣[σ]κου Β[  ̣  ̣  ̣  ̣  ̣]  ̣ενονος καὶ
[  ̣  ̣  ̣  ̣  ̣] καὶ Κεφαλίωνος [κα]ὶ Ἰ̣σ̣[ιδώρου] ν̣[ε]ωτ̣[έ]ρου καὶ
Ἁρ[π]οκρατίωνος γραμ[μα]τέως [τοῦ κ]αταλο[γ]είου.
25Θαυβαρίου Αἰγυπτίας πρὸς Πάτρωνα καὶ Παυλεῖνον ἀρχομένης
λέγιν(*), δηλωθέντος τε καὶ ὑπὲ[ρ ἀ]δελφῶν ἀφηλίκων κατίστασ-
[θ]αι τὸν Π[άτρων]α. ὁ ἱερεὺς καὶ ἀρχιδικαστής· καὶ αὐτὸς
[ἐκ τ]ῆς ὄ[ψεω]ς κα̣ταδεής [ἐστ]ιν ὡς̣ μὴ δύνασθαι μόνος τὴν
δίκην πειστευθῆναι(*) [Θ]αυβαρίου προενεκκαμένης(*) πρὸς
30[τ]ὸν Παυλεῖνον ἐπὶ τοῦ π[αρόν]το[ς] λέγιν(*) Ἡλιοδώρου τε [ῥ]ήτορος
εἰπόντος τοῦ πατρὸς αὐ[τ]ῆ[ς τε]λευ[τ]ήσαντος καὶ τῶν ἀπολ[ελε]ιμμέ-
νων ὑπ[  ̣  ̣  ̣]  ̣  ̣[  ̣]νων   ̣  ̣[  ̣  ̣]αυτη[  ̣ Ἀρσι]ν̣οίτου νομοῦ τὸν Παυλεῖν[ον] ξένον
[ὄ]ντα κα[ὶ - ca.10 -]αι[⁦ -ca.?- ⁩]  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]ς π[λ]εῖστα, σφραγεῖδα(*) τε [τ]οῖς αὐ[τ]οῖς ἐπι-
[θέ]ντα ὀφείλειν λόγον ὑποσχ[εῖν]. Ἀρτεμισ[ί]ου ῥήτορος [ἀ α]ποκρειναμέ-
35νο[υ](*) συγ[γ]ενῆ ὄντα τὸν Παυ[λεῖνον] τῆς τε ἀντιδίκ[ου] καὶ τοῦ Πάτρωνος
[κ]α̣ὶ παρ̣[α]κληθέντα [ὑ]πὸ ἀμφοτ̣έ̣[ρων] μεσείτη[ν](*), [ἐπισφ]ραγεῖσαι συμ-
5
πείθεσθαι, ποιῆσαι τ[ε ὥστε ἑ]κάτερον αὐτῶν ἰδίαν ἐπειθ̣[έσθαι](*)
σφραγεῖδαν(*) καὶ εἰληφέ[ναι] ἐν παρακαταθήκῃ κλεῖν, μηδ[ὲν]
νοσφισάμενον. ὁ ἱερεὺς καὶ ἀχιδικαστής· ἐπεὶ καὶ ὁ Πάτρω[ν]
καταδεὴς φαίνεται καὶ ἀδελφοὺς ἀφήλικας λέγεται ἔχειν, ὁ τ[οῦ]
5νομοῦ στρατηγὸς κ[ατ]αστήσας αὐτῶν ὃ ἐὰν δοκιμάσῃ ἐ[πίτρο-]
πον δυνάμενον [αὐτ]ῷ̣ Πάτρωνι συστῆναι, διαγνώσετ̣[αι πε-]
ρὶ τοῦ πράγματος. Θαυβαρίου ἀξιωσάσης ὁρισθῆ[ναι προ-]
θεσμείαν(*) κα[ὶ χειρο]γραφῆσαι τὸν Παυλεῖνον ἐν τ̣[α]ύ̣τῃ̣ [ἐσό-]
μενον εἰς τὸν νο[μὸν] καταστῆναι ἐπὶ τοῦ στρατηγο[ῦ, μ]ὴ
10τὰ ἐπισφραγι̣[σ]θέ̣[ν]τα τῷ χρόνῳ διαφθαρῇ. Ἰο[ύ]λιος
Ὀηστεινεια[νὸ]ς Ἀ[σκ]ληπειάδης, ὁ καὶ Λεονίδη[ς], γε[νό]μενος
ἔπαρχος σπ̣εί̣ρα̣[ς] τρίτης [Θ]ρᾳκῶν καὶ πρώτης [Θ]ρᾳκ[ῶν]
ὁ εἱερεὺς(*) [καὶ ἀρχιδικασ]τής· ἀμφότεροι χειρογρα[φῆ]σαι
ἐν ἡμέραις τρ[ιάκον]τα ἀναπλεύσ[α]ντας ἐν[τυ]χ[εῖν] τῷ στρα-
15τηγῷ. ἐξη[  ̣  ̣  ̣  ̣  ̣  ̣ Ἰ]σίδωρος νεωτε⟦τε⟧ρος(*) ὑπη[ρέτης].
⁦ vac. ? ⁩
[ἀντίγραφον χ]ειρογραφείας(*) Παυλ(είνου).
Παυ[λ]εῖ[νος] Πάτ[ρωνος τ]οῖς πα[ρ]ὰ Ἰουλείο[υ Ὀηστεινει]α̣ν̣[οῦ]
Ἀσκληπ[ει]άδου, [τοῦ κ]αὶ Λεωνίδους, ἱ[ερέως καὶ] ἀ̣ρ̣χ̣[ιδι-]
καστ[οῦ]· [ὀ]μνύω Αὐτοκράτορα Καίσα[ρ]α Τραιανὸν [Ἁ]δρια[νὸν]
20Σεβα[στὸν ἔ]σεσθαι ἐν ἡμέραις τριάκ[ο]ντ[α ἤ τινα ἄ]ντʼ ἐ[μ]οῦ
ἔ[κ]δικον πέμψαι προσκαρτερήσαν[τα παρὰ τῷ στρ]ατηγῷ,
ἀκολούθως τοῖς τοῦ ἀρχιδικαστοῦ ὑπομνηματισμοῖς,
ἢ ἐνοχος ἴην(*) τῷ ὅρκῳ.
ἔτους ια Αὐτοκρ[άτορος Καίσρος Τ]ραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Πα[ῦνι ⁦ -ca.?- ⁩]
25Πα[⁦ -ca.?- ⁩]
⁦ vac. ? ⁩
Θαυβαρίου, ὁμ[ολογοῦντο]ς τοῦ ἀνδρὸς Σωκράτο[υς ⁦ -ca.?- ⁩]

Apparatus


^ 1.5.   ̣λε[  ̣  ̣  ̣]ινοσμ̣ prev. ed.
^ 2.5. l. διʼ
^ 2.12. l. ἀπολειφθέντων
^ 2.24. l. [ἕ]τοιμ<ό>ς
^ 2.27-28. l. πίστε|ω[ς]
^ 2.29. l. πίστ[ιν]
^ 2.34. l. ἀναφορί[ου]
^ 2.35. l. ἀποκρι[θῆναι]
^ 3.2. l. καταγν<ώ>σῃ
^ 3.2. l. ἀναγκα[ῖ]ον
^ 3.9. l. ὀψωνίου
^ 3.10. l. ἀναγκαίων
^ 3.11. l. διατρίβων
^ 3.11-12. l. χειρό|γραφον
^ 3.13. l. ἀκριβέστερον
^ 3.16. l. [κα]κουργ[ί]αν
^ 3.17. l. Ἀτρηνὸ<ν, ο>ὗ
^ 3.18. l. ἀποκρι[θ]ῆναι
^ 3.23. l. [ἐ]π[ε]νεγ[κ]ε[ῖν]
^ 3.27. l. χειρογράφου
^ 3.30. l. τριακάδα
^ 3.32-12. l. χειρόγραφον
^ 3.33-34. l. ὑπισ|χ[ν]εῖτο
^ 3.37. l. κακουρ[γία]
^ 3.38-12. l. χειρόγραφον
^ 4.4. l. γραφ<ὲ>ν
^ 4.12. l. χειρόγραφον
^ 4.13-12. l. χειρόγραφον
^ 4.15. l. μενεῖ
^ 4.26. l. λέγειν
^ 4.29. l. πιστευθῆναι
^ 4.29. l. προενεγκαμένης
^ 4.30. l. λέγειν
^ 4.33. l. σφραγῖδα
^ 4.34-35. l. ποκριναμέ|νο[υ]
^ 4.36. l. μεσίτη[ν]
^ 5.1. l. ἐπιθ[έσθαι]
^ 5.2. l. σφραγῖδαν
^ 5.7-8. l. [προ]|θεσμίαν
^ 5.13. l. ἱερεὺς
^ 5.15. l. νεώτερος
^ 5.16. l. [χ]ειρογραφίας
^ 5.23. l. εἴην

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.