Papyri.info

sign in

p.mil.vogl.1.24 = HGV P.Mil. Vogl. 1 24 = Trismegistos 12344



DDbDP transcription: p.mil.vogl.1.24 [xml]

AD117 Tebtynis

1
Πα[ύλ]ωι τῶι κυρίωι καὶ ἀδελφῶι
πλε[ῖσ]τ̣αι χαίρειν
πρὸ πάντων ἔχομαί σε ἐρρῶσθαι καὶ [εὐ]τυ-
χεῖν ὅπερ ἐμοὶ διʼ εὐχῆς ἐστιν τό σεν
5ἐρρῶσθαι ὡς ἐμὸν σεμνὸν κύριον καὶ ἀ-
δελφόν. γράφεις μ̣[οι] λέγων· ἐὰν δυνηθῆς
ἀνάπλευσον· νὴ τὴν σήν μοι σωτηρίαν καὶ
τὴν τοῦ τεκνίου μου καὶ ὀρθοποδίαν, ἧς
πέπεισμαί σε κήδεσθαι οὐκ ἔλλασσόν μου,
10ἤθελον μηδὲν πράσσιν(*) ἄλλο εἴ μὴ τὴν
ὄψιν σου πρὸς τὰ ἐδάφη σου προσκυνεῖν,
ἀλλʼ οὐ δεδύνημαι οὐδὲ δύναμαι· νῦν
γὰρ πάλι κ[αὶ] ὑ̣πὸ Ἀπολλωτᾶ ἐχειμ[ά]σθην·
ὅταν γὰρ π[τ]ερώσωσιν παρʼ ἐμοί, ἐμοῦ
15ταλαι̣π̣[ωρο]ῦντος ἰς(*) τὸ πέλαγος, καὶ πλου-
τήσω[σι]ν̣, τ[ό]τε καὶ ἐπιλαθόμενοι οἷοι εἰσὶν, ἐπεμβαί-
νου[σί] μ̣οι μᾶλλον, ὡς καὶ ὁ Ἰ̣σ̣χ̣α̣ρ̣ο̣σ̣ι̣έ̣ρ̣α̣ξ̣
τοτ[  ̣  ̣]  ̣[  ̣]η[  ̣]ε̣ν̣ πάλιν σὺν αὐτῷ. ὡς̣ ν̣ῦν̣
οὖν Δημήτ[ριο]ς̣ γ̣ε̣ν̣ό̣μενος παρʼ ἐμὲ ἐξ αὐ-
20τοψ[ία]ς̣ ἐθε[ά]σατό με καλαίοντα πλείστοις
δάκρυσιν. τί οὖν ἐστίν; ἐγὼ πεπεισμένος
μου τ[ῇ δι]ανοίᾳ μηθὲν κακῷ ἢ πονηρῷ
συνει̣δ̣οτι(*), δοκῶ μηθὲν παθεῖν; ὃ ἐὰν
οὖν ἐφ[ί]δ̣ω̣ πῶς μου τὰ πραγμάτια χω-
25ρεῖ πάλιν σ[ο]ι δηλώσω, κύριε· οἶδα γὰρ ὅτι
τοῦτο [ἔ]χεις [ὡ]ς ὑπὲρ σεαυτοῦ. οὐκ ἄρτι σε
δεῖ με ἐπιγε̣[ιν]ώσκιν(*). ὁ Δημήτριος οὖν ἀρ-
τίως μοι μ[ε]τέδωκεν ἐξέρχεσθαι
ἑατὸν(*) καὶ ἐμεμψάμην αὐτὸν ὅτι μοι το-
30σαύταις ἡμέραις οὐκ ὤπται καὶ ἔφη περισπᾶσ-
θ[α]ι περὶ ἀργυρωματίων σὺν Κέρτῳ. εὔχομαι
σε εἰσχύιν(*). περὶ Πτολλαρίωνος ἡ μήτηρ
μέμφεται. οὐκ ἐμοὶ λαλεῖ, ἀλλὰ καὶ φεύγι(*)
με ἐὰν ἴδῃ, ἀλλὰ τοῖς ἐμοῖς ἀπομέμφεται αὐ-
35τόν. ἐγὼ ἐπιτειμῶ(*) Πτολλαρίωνι· λέγει μοι
2
λοιδορεῖσθαι ὑπʼ αὐτῆς
τὰ πλεῖστα ἀδίκως καὶ
ὑβριστικῶς. ἔφην ὅτι·
40ἐγὼ γὰρ ὢν ἤδη   ̣  ̣ (ἐτῶν)
εἰμι καὶ ὡς παιδίῳ νηπί-
ῳ οὕτως λαλεῖ καὶ λοιδο-
ρεῖ· ἐὰν δὲ αὐτῆς ἀνάσχῃ,
οὔκ ἐστιν σου μήτηρ τῷ
45τρόπῳ ἡ καὶ μάμμη; οὐ-
κ ἰσχύω ἰς(*) ὄψιν ἀκοῦσαι δι-
ελεγχομένων αὐτῶν,
ἵνʼ ἐπιγνῶ τὸν ἀκιδοῦν-
τα. οἶδα μὲν ὀξυτάτην
50αὐτὴν καὶ ὀλίοψυχον(*)
οὖσαν, οὗτος δὲ οὐ φέρι(*)
τυχὸν αὐτῆς τὸ ὀξύ. ἐγὼ
μὲν οὖν ἐὰν ἰσέλθω(*) [ἰ]ς(*)
τριακοντάκλεινον(*) θε-
55ωρῶ αὐτὸν ὁσάκις
ἂν ἰσέλθω(*). ὁ δὲ
Πάτρων ἀβασκαντ[  ̣  ̣]
φιλοπονεῖ· λείαν ὀξύ-
τατος ἐξέβη.
60ἔρρωσσο(*), κύριε, σὺν τῇ
κυρίᾳ μου συμβίῳ σο[υ] Πολίτ-
τῃ καὶ ἀσπάζου αὐτὴν πολ-
λά. ἀσπάζεταί σε ἡ σύ̣μβιος
μου Χαιρημονὶς καὶ Πόλλιτ-
65τα ἡ καὶ Σαραπίας ὁμοίως
ἀσπάζεται ἀμφοτέρους.
(ἔτους) β Τραιανοῦ Ἁδριανοῦ
σεβαστοῦ Χοίακ ια
v
(hand 2) Παύλωι

Apparatus


^ 1.10. l. πράσσειν
^ 1.15. l. εἰς
^ 1.23. l. συνειδώς
^ 1.27. l. ἐπιγινώσκειν
^ 1.29. l. ἑαυτὸν
^ 1.32. l. ἰσχύειν
^ 1.33. l. φεύγει
^ 1.35. l. ἐπιτιμῶ
^ 2.46. l. εἰς
^ 2.50. l. ὀλιγόψυχον
^ 2.51. l. φέρει
^ 2.53. l. εἰσέλθω
^ 2.53. l. εἰς
^ 2.54. l. τριακοντάκλινον
^ 2.56. l. εἰσέλθω
^ 2.60. l. ἔρρωσο

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.