Papyri.info

sign in

p.mert.2.59 = HGV P.Merton 2 59 = Trismegistos 5240



DDbDP transcription: p.mert.2.59 [xml]

154/143BC Krokodilon

τῶι ἐν τῶι Ἀρσινοΐ̣τηι ξενικῶν πράκτορι
τῆς γεγενημέν̣η̣ς̣ ὑ̣πογραφῆς ὑπόκειται τὸ ἀντίγραφον.
(ἔτους) κζ Τῦβι ιζ.
ἔτους κζ Τῦβι ιϛ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινο̣ΐτου· χρηματισταὶ τῶν [τ]ὰς βασιλικάς,
5Πτ̣ολεμαῖος Πτο̣[λ]εμαίου Κρατεραιεύς, Ἀριστεὺς Ἀμμωνίου, οἱ τὰ βασιλικὰ καὶ προσοδικὰ
[καὶ ἰ]διωτικὰ κρίναντες, διὰ τὸ τὸν τρίτον Ἐτέαρχον ὑποσεσεῖσθαι,
[ἀγ]ο̣ρευθείσης κρίσ̣εως Ἀ̣σκλάπωνος τοῦ Διζαπ[ό]ρεως πρὸς Ἀντιγόναν Ἀλκέτου
[κατ]αστάντες ἐπιγραφέν̣τος τῆς Ἀντιγόνας κυρίου Ἀλκέτου τοῦ Μενάνδ̣ρου,
[πρὸ] τοῦ δικαιολογεῖσθαι ἔδωκαν ἡμῖν συγχώρησιν, ἧς ἐστὶν ἀντίγραφον τὸ ὑπο-
10[τετ]αγμένον.
(hand 2) [τοῖς χρηματισ]τ̣α̣ῖ̣ς̣, [ὧ]ν ε[ἰ]σαγωγεὺς Ἀρτεμί̣δω̣ρος, παρὰ Ἀσκλάπωνος τοῦ Διζαπόριος καὶ παρὰ Ἀντιγόνης τῆς Ἀλκέ̣τ̣ο̣[υ μετὰ κυρ]ί̣ου τοῦ
[Ἀλκέτου τοῦ Μεν]άν̣δρου περὶ τῆς κ̣ρ̣ί̣σ̣ε̣ω̣ς̣ τῆς οὔσης̣ ἡμῖν ἐφʼ ὑμῶν, ἥ ἐστιν περὶ τοῦ τὸν μὲν ἱμ̣α̣τ̣ισμὸν κ[αὶ] τ̣ὴ̣[ν δούλην Ὀπώραν]
[καλουμέν]η̣ν ἀπην̣[ε]χ̣θ̣[ῆν]αι ἔχουσαν ἐν τῆ̣ι̣ α̣ὐ̣τ̣ῆ̣ι̣ διατιμήσε̣ι, τῶν δὲ τριάκοντα ταλάντων τοῦ χαλκοῦ, ἐάνπερ μηδεμία̣ [κρίσις μεταγέ]ν̣ηται
[τὴν νῦν γεγε]ν̣ημένην, κριθ̣ῆ̣ναι ἀπολελύσθαι αὐτὸν τῶν κατὰ τὰ συμβόλαια καὶ μὴ εἶναι α̣ὐτῆι ἔφοδον ἐπʼ αὐτὸν ἀπὸ [νῦν, ἐφʼ ᾧ]τ̣ε καὶ
15[αὐτὰ ἀπενη]νέχθα̣ι ἤ τὴ̣ν̣ δ[ιατί]μησιν αὐτῶν τάλαντα τεσσαράκοντα ἕξ μϛ τετρακισχιλίας ἑκατόν · συγχωροῦμεν διαλ̣[ελύσ]θ̣αι πρὸς
[ἀλλήλο]υς ἐ̣[πὶ το]ῖ̣σδε, ὥστε τὰς̣ μὲν κειμένας πρὸς ἀλλήλους ὁμο̣λ̣ο[γ]ία̣ς̣ τ̣ῆ̣ι̣ πεντεκαιδεκ̣ά̣τῆι τοῦ Τῦβι τοῦ ἑβδόμου κα[ὶ εἰκο]σ̣τοῦ ἔτους
[εἶν]αι κυρ[ία]ς, ὁμοίως δὲ κ̣αὶ τὴν κ̣ατʼ αὐτῶν χε̣ιρογραφίαν ὅρκο̣υ βασιλικοῦ, τῆι δὲ Ἀντιγόνηι, ἐπεὶ κεκόμισται τὴν [π]ροῖκα,
[μὴ εἶ]ναι ἔφοδον ἐπὶ τὸν Ἀσκλάπωνα ἀπὸ της(*) τοῦ συνοικισίου συναλλαγμάτων, ἀλλὰ ἀπολελύσ̣θ̣αι αὐτῶν, ἀπολελύ[σθα]ι̣ δ̣ὲ̣
καὶ τὴν Ἀντιγόνην πάντων διὰ τῆς ἐντεύξεως ἐγκεκλημένων αὐτῆι ὑπὸ τοῦ Ἀσκλάπωνο[ς], συνελ-
20θόντα δὲ τὸν Ἀσκλάπωνα τῶ̣ι τῆς̣ Ἀ̣ντ̣ιγόνας πατρὶ Ἀλκέται εἰς Βούσιριν τοῦ Ἡρακλεοπολίτου ἕως τῆς [τ]ρ̣ι̣α̣κ̣ά̣δος
τοῦ ἐ̣νεστῶτος μην̣ός, [ἐ]φ̣ʼ οῦ̣, ἵν̣α μὴ διαβάλληται ἡ προγεγραμμενηι(*) δούλη Ὀπώρα ἀνακεχωρη̣κ̣[υ]ῖ̣α,
συστήσηι περίουσαν, ε[ἰ δὲ μή], ἐκ̣τ̣[εῖ]σαι αὐτὸν τῆι Ἀντιγόναι τὴν διατίμησιν αὐτῆς χαλκοῦ τάλαντα δέκ̣[α] π̣ε̣ν̣τε ,
ἐάν δὲ καὶ ᾖ τετελευ̣[τηκυῖα, ἐκτεῖσαι] αὐτῆς ὁμοίως τὸν Ἀσκλάπωνα τὰ δέκα πέντε τάλαντα τοῦ χαλ̣[κοῦ] ἕ̣ως
τοῦ αὐτοῦ χρόνου, ἐὰ[ν δὲ καὶ τοῦ Ἀσκλάπ]ωνος ἑτοίμου ὄντος συνιστάναι τὴν δούλην περίουσαν Ἀλκέτ[ας μ]ὴ
25συμπορεύηται ἐν τῶι [τεταγμέ]ν̣ω[ι χ]ρ̣όνω̣ι, ἤ καὶ συνελθὼν καταλαμβάνηι περίουσαν, ἀπολε̣[λύσθαι τὰ ἐπέ]κ̣ε̣ι̣να
τῆς διατειμήσεως(*) αὐτῆ̣ς̣· [πεμφθῆ]ν̣αι δ̣ὲ̣ τῆς συγχωρήσεως τὸ ἀντίγραφον Θέων̣ι τῶι τῶν ξε̣ν̣[ικῶν πρά]κτορι,
ὅπως, ἐάν ἤτοι μὴ πᾶν δέ[ον αὐτῆι] ἐ̣[κτί]νηι ἠ̣ι̣(*) τετελευτηκυῖα ἦι Ὀπώρα ἢ καὶ τελευτήσηι ἕ̣ω̣ς̣ [τῆς τρι]α̣κ̣άδος
τοῦ Τῦβι, συντέλ[η]ι̣ τ̣[ῆι Ἀντιγόναι τὴν] π̣ρ̣ᾶ̣ξιν τῶν δέκα πέντε ταλάντων παρὰ τοῦ Ἀσκλάπωνος ἐν τῶ[ι] τ̣[εταγμέ]ν̣ωι χρόνωι.
(hand 3) ἀνέ(γνωσται) (hand 1) Ἀσκλάπω̣ν [συ]γ̣χωρῶ κατὰ τὰ προγεγραμμένα.
30Ἀντιγόνα σ̣[υγχ]ω̣ρῶ κατὰ τὰ προγεγραμμένα.
Ἀλκέτας ἐ̣π̣ι̣[γέγ]ραμ̣μαι κύριος Ἀντιγόνας συγχωρούσης κατὰ τὰ προγεγραμμένα.
κρίνομεν οὖν κ̣υ̣ρ̣ί̣α̣ν̣ αὐτ̣ο̣ῖς εἶναι τὴν συγχώρησιν καὶ πεμφθῆναι αὐτην(*) ἀντίγραφον
τῶι δηλουμέ̣νωι ξεν[ι]κῶν πράκτορι, καθότι συγκεχωρήκα̣[σ]ι̣ν̣
διʼ εἰσα̣γωγέως
35Ἀρτε̣μ̣ι̣δ̣ώ̣ρο̣υ τοῦ Ἰσιδώρου.

Apparatus


^ 18. l. τῶν
^ 21. l. προγεγραμμένη
^ 26. l. διατιμήσεως
^ 27. l. ἢ
^ 32. l. αὐτῆς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.