Papyri.info

sign in

p.lond.4.1343 = HGV P.Lond. 4 1343 = Trismegistos 19801



DDbDP transcription: p.lond.4.1343 [xml]

AD709 Aphrodito, Aphroditopolis

-- -- -- -- -- -- -- -- -- --
1εἰ μὴ δʼ ἂν ἐκπέμψῃς πρὸς ἡμᾶς σὺν ταῖς φαμηλίαις καὶ ὑποστ[άσεσιν]
αὐτῶν ποιῶν κατάγραφον ὀνομασίας καὶ [πατρωνυμίας]
τῶν στελλομένων πρ̣[οσώπων ο]\ὐ/ μ̣ὴν ἀλλὰ καὶ εἰς ποῖα χωρία τῆς διο[ική(σεώς) σου]
προσέφεγον(*) καὶ τί διαφέρει ἑκάστῳ ἔν τε ὑποστάσει κ[αὶ γῃδίοις]
5γράφων ὡσαύτως το(*) τοιτο(*) σκαρίφῳ τοὺς εὑρισκομέν[ο]υς ἐκ τῆ[ς]
παγαρχίας ποιήσαντας ἐκ περιττο\ῦ/ τοῦ ὅρο\υ/ το\ῦ/(*) ἐξεθέμεθα τοῦτʼ ἔστ[ι]
τὸ\ν/ χρόνον καὶ τὴν ὑπάρξ[ι]ν ἑκάστο\υ/ προσώπο\υ/ καὶ τουτοὺς(*) παρεα[θέντ(ας)]
ἐν τῇ διοική(σει) σο\υ/ κ[α]ὶ ἁπ[λῶς] εἰπεῖν πᾶσαν εἴδησιν καὶ φανέρ[ωσιν]
ἀψευδῶς καὶ ἀσυμπαθῶς ἐ[ν] δὲ τῷ αὐτῷ καταγραφων(*). ἐπε̣τ̣[ρ]έψ[αμ]ε(ν)
10γὰρ τῷ ἀποστόλῳ ἡμῶν μὴ ἀποκινηθῆναι ἐκ σο\ῦ/ ἄχρις ἂν ἐκπέμψῃς
ἐντελῶς’ τὴν ὑστέραν ψυχὴν τῶν εὑρισκομένων ἐν τῇ διοικ(ήσει) σο\[υ]/
ἀπὸ εἰκοσαετοῦς καὶ ὧδε ὡς λέλεκται, ἐνέγκαι δέ’ καὶ τὸ προονομασθ\ὲν/(*)
κατάγραφον περιέχων(*) [ὡς δεδ]ήλωται του(*) σταλέντας καὶ τοὺς
παρεαθ̣έ̣ν̣τας ἐν τῇ διοικήσει σο\υ/ ἐξ αὐτῶν. μὴ γνωσθῇ δὲ
15ἡμῖν ὡς ὑστέρησάς τιν̣ι̣ τὸ σύνολον ἐκ τῶν ὁρισθέντων
σταλῆναι φυγάδων ἐπὶ(*) γινώσκει ὁ Θεὸς’ ἡμῶν εὑρισκόντων
τινὰ’ μετὰ τὸ καταλαβεῖν τὸ[ν ἀ]πόστολον ἡμῶν μὴ ἐγκείμενον
ἐν τῇ καταγράφῃ τῇ στελλομένῃ παρὰ σο\ῦ/ ἀποδίδουμέν(*) σε
τὰ θλίβοντά σε’ ἀπό τε ζημίας βαρυτάτης καὶ σωματικῆς
20ἐπεξελεύσεως ζημιοῦντες καὶ τοὺς τοῦ χωρίο\υ/
ἔνθα εὑρέθῃ
ὁ τοιοῦτος φυγάς’ ζημίαν ἣν οὐ δύνανται ὑπενέγκαι ἐρημοῦντ(ες)
τόν τε μείζ[ο]να καὶ διοικητὴν καὶ φύλακας αὐτο\ῦ/ μεθʼ ὃ
καὶ ἀποδιδούντες(*) αὐτοῖς’ σωματικὴν ἐπεξέλευσιν ὀφείλουσαν
25φθάσαι τὰ ἔσ̣κατα’(*) αὐτῶν. λοιπὸν ἀνάγνωθι τὰ παρόντα
γράμματα’ πᾶσι τοῖς τῆς διοικήσεώς σο\υ/ ἐπιτρέπων μεταγρ(άψαι)
τὸ ἴσον ἑκστῳ(*) χωρίῳ καὶ βληθῆναι ἐν ταῖς ἐκκλησιαι(*) αὐτ(ῶν)
προμαρτυρο\ύ/μενος αὐτοῖς καὶ παραγγέλλων ἀτρώτως φυλάξαι
τὴν ἐπιτροπὴν ἡμῶν καὶ φανερωποιῆσαι(*) σοι οὓσπερ γινώ[σ]κ(ουσι)
30φυγάδας τῆς ἀνωτέρω λεχθείσης’ διοικήσεως το\ῦ/ Ἀρσινοίτο\υ/
ὅπως μὴ εὕρωμεν κατʼ αὐτῶν ἀφορμὴν τὴν οἵαν οὖν
καὶ γένηται ἡ ψυχὴ καὶ ὑποστασι(*) αὐτῶν ἀντίλυτρον ὑπὲρ αὐτ(ῶν).
τοῦ Θεοῦ γὰρ συνεργοῦντος’ οὐ μὴ παρεάσωμεν ἐν Αἰγύπτῳ
μίαν παγαρχίαν καὶ μόνην εἰ μὴ δʼ ἂν ἀποστείλομεν ἐν αὐτῇ
35ἀνθρώπους ἡμῶν πίστους καὶ ἱκανοὺς’ ὀφείλοντας ἀνενδότως
μετὰ πάσης ἀκριβείας ἐρα[υ]νῆσαι(*) καὶ καταψηλαφῆσαι χάριν
τῶν αὐτῶν φυγάδων, θεματίσαι δὲ’ δοθῆναι καὶ τοῖς μηανύουσί(*)
τινα’ ἀποκρυπέντα(*) ἐξ ὧνπερ ἐπετρέψαμεν σταλῆ[ν]αι ὑπὲρ
ὃ νομίζεις’ λόγῳ μηνύτρων καὶ ἀπέχει τῷ̣ φαινομένῳ̣
40ἔχειν τινὰ ἐξ αὐτῶν μετὰ τὸ καταλαβεῖν τὸν ἀπόστολον ἡμῶν
ἐνταῦθα ((high-punctus )) μέλλει γὰρ οὗτο̣ς’ μακαρίσαι τοὺς τεθνεῶτας
ἐν τῷ μὴ ὑποφέρειν αὐτον(*) τὰ ἐπερχόμενα αὐτῷ δεινὰ
ἄνθʼ ὧν παρήκουσεν κελεύσεως ἡμῶν καὶ ἀπετόλμ̣η̣[σ]εν
κατὰ τῆς ἰδίας ψυχῆς ((high-punctus )) μ(ηνὸς) Τῦ(βι) δ ἰ(ν)δ(ικτίονος) η ((unintelligible ))

Apparatus


^ 4. l. προσέφευγον
^ 5. l. τῷ
^ 5. l. τοι<ού>τῳ
^ 6. l. οὗ
^ 7. l. τοὺς
^ 9. l. καταγράφῳ
^ 12. corr. ex προννομασθ\εν/
^ 13. l. περιέχον
^ 13. l. τοὺ<ς>
^ 16. l. ἐπεὶ
^ 18. l. ἀποδίδομέν
^ 24. l. ἀποδιδόντες
^ 25. l. ἔσχατα, corr. ex εν̣κατα
^ 27. l. ἑκ<ά>στῳ
^ 27. l. ἐκκλησίαι<ς>
^ 29. l. φανεροποιῆσαι
^ 32. l. ὑπόστασι<ς>
^ 36. BL 1.300 : ἐρε̣[υ]νῆσαι prev. ed.
^ 37. l. μηνύουσί
^ 38. l. ἀποκρυφθέντα
^ 42. l. αὐτοὺς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.