Papyri.info

sign in

p.lond.4.1339 = HGV P.Lond. 4 1339 = Trismegistos 19797



DDbDP transcription: p.lond.4.1339 [xml]

AD709 Aphrodito, Aphroditopolis

-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- δεχόμενος οὖν]
τὰ παρόντα γράμματα θέλησον μετὰ πάσης συντομίας καταλαβεῖν’
τὰ πρὸς ἡμᾶς — ἐνεγκὼν μετὰ σεαυτο\ῦ/ οὕσπερ ὀνοματίσαμέν(*) σοι
ἄνδρας τῆς διοικήσεώς σο\υ/ ἐν τοῖς πρωτέροις(*) ἡμῶν
5γράμμασιν — οὐ μὴν ἀλλʼ καὶ(*) κατάγραφον κατὰ χωρίον το\ῦ/ ὄντος ἀνδρισμοῦ
ἐν αὐτῷ καὶ εἴ τί ἐστι διʼ αὐτῶν διάγραφον — καὶ εἴ τι ὑπάρχει
ἑκάστῳ ἐν γῃδίοις ἀπό τε ’ ἐν ἀμπέλῳ καὶ ἐν σπορίμῳ γῆς — καὶ
εἴ τι ἐχορήγησεν διʼ ἐνταγίων καὶ ἄνευ ἐνταγίων καὶ κατάγραφον
τῆς ὀνομασίας καὶ πατ’ρονυμίας’(*) τῶν ὄντων φυγάδων ἐν αὐτῷ’
10ἁπλῶς εἰπεῖν φανεροποιῶν ἡμῖν ἐν τῷ καταγράφῳ σο\υ/ πᾶσαν εἴδησιν
μὴ διδων(*) κατὰ σεαυτο\ῦ/ παντοῖον σκάνδαλον περὶ τούτου. — ἐπετρέψαμεν δὲ
τῷ παρόντι ἀποστόλῳ μὴ ἀναμεῖναι πρὸς σὲ εἰ μὴ δύο τρεῖς ἡμέρας
ἄχρις ο\ὗ/ καταλάβῃς τὰ πρὸς ἡμᾶς παραγγέλλων τοῖς κατερχομένοις
σὺν σοὶ(*) ἀπʼ(*) ἑκάστου χωρίο\υ/ τῆς διοικήσεώς σο\υ/ ἐνέγκαι μεθʼ ἑαυτῶν(*)
15τὴν’ λογοποιείαν(*) τοῦ χωρίο\υ/ αὐτῶν — ὅπως ἡμῶν ζητούντων
παρʼ αὐτῶν περὶ κεφαλαίο\υ/ τινὸς’ εὑρεθῶσιν ἐν ἑτοίμῳ ἔχοντες
πᾶσαν εἴδησιν καὶ φανέρωσιν. — ἔσῃ οὖν ἐπιστάμενος ὡς οὐ μὴ
δεξόμεθα’ ἐκ σο\ῦ/ παντοῖον λόγον εἰς ἀφορμήν. — λοιπὸν μὴ δεηθῇ(ς)
ἑτέρων γραμμάτων’ ἡμῶν περὶ τούτο\υ/ μετὰ τὰ παρόντα γράμματα
20καὶ καταλάβῃ σε ἀνταπόδοσις ἀπολοῦσα τὴν ψυχὴν καὶ ὑπόστασίν σο(υ).
ἐγρ(άφη) μη(νὸς) Φαὼφ ιβ ἰνδ(ικτίονος) ὀγδόης / /

Apparatus


^ 3. l. ὠνοματίσαμέν
^ 4. l. προτέροις
^ 5. καϊ papyrus
^ 9. l. πατρωνυμίας
^ 11. l. διδοὺς
^ 14. σοϊ papyrus
^ 14. l. ἀφʼ
^ 14. corr. ex εαυτου
^ 15. l. λογοποιίαν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.