Papyri.info

sign in

p.giss.2 = HGV P.Giss. 1 2 = Trismegistos 2796



DDbDP transcription: p.giss.2 [xml]

173BC Krokodilon

1
ἔ̣[τους] ὀ̣γ̣δόο[υ] ἐφʼ ἱερέως Ἡρακλεοδώρου τοῦ Ἀπολλοφάνου Ἀλεξάν[ρ]ου καὶ θεῶν
Σ[ωτ]ήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπ[α]τόρων καὶ
θεῶ[ν] Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαρα-
5πιάδος τῆς Ἀπολλωνίου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς
Δη[μ]ητρίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς
Περ[ι]τίου ἑπτακαιδεκάτηι Μεσορὴ ἑπτακαιδεκάτηι ἐν Κρ[ο]κοδίλων πόλει
το[ῦ Ἀ]ρσινοίτου νομοῦ. ἀγαθῆι τύχηι(*). ἐξέδοτο ἑαυτὴν Ὀλυ[μ]πιὰς Διονυσίου
Μα̣[κ]έτα μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Διονυσίου Μακεδόνος τῆς δευτέ-
10ρας ἱππαρχίας ἑκατονταρούρου Ἀνταίωι Ἀθηναίωι τῶν Κινέου τῆς δευ-
τέρ[α]ς ἱππαρχίας ἑκαντοντ[α]ρούρωι [εἶναι] γυναῖκα γαμετὴν φερνὴν
π[ρ]οσφερομένην εἰς χ[αλκοῦ] λόγον τάλαντα ἐνενήκοντα πέντε
καὶ παιδίσκην δο[ύλην(?) αὐτῆς] ἧι ὄνομα Στολὶς καὶ τὸ ταύτης παιδίον ὑπο-
τίτθιον ἧι ὄνομα Α̣[- ca.9 -](*) χαλκοῦ ταλάντοις πέντε ὥστʼ εἶναι τὰ πά̣ν-
15τα χαλκοῦ τάλαν[τα ἑκατόν] . ἔστω [δὲ Ὀλ]υμπιὰς παρὰ Ἀνταίωι πειθαρ-
χοῦσα αὐτοῦ ὡς π[ροσῆκόν ἐστιν γυναῖκα ἀ]νδρὶ κυριεύουσα μετʼ αὐτοῦ
κοινῆι τῶν ὑπα[ρχόντων, τὰ δὲ δέοντα καὶ τὰ ἔ]πιπλα καὶ τὸν ἱματισμὸν
καὶ τὰ̓́λλα(*) ὅσα προ[σήκει γυναικὶ γαμετῆι πα]ρεχέτω Ἀνταῖ̣ο̣ς Ὀλυμπιάδι
ἐνδημῶν καὶ ἀπ[οδημῶν κατὰ δύναμιν τῶ]ν ὑπαρχόντων καὶ μὴ ἐξέστω
20αὐτῶι γυναῖκα ἄ[λλην ἐπεισάγεσθαι ἐπʼ Ὀλυ]μπιάδα μηδὲ παλλακὴν μη-
δὲ παιδικὸν ἔχειν [μηδὲ τεκνοποιεῖσθαι ἐ]ξ ἄλλης γυναικὸς̣ ζώσης Ὀλυμ-
πιάδος μηδʼ ἄλλ[ην οἰκίαν οἰκεῖν ἧς οὐ κυριεύ]σει Ὀλυμπιὰς μηδὲ ἐκβάλ-
λειν μηδὲ ὑβρί[ζειν μηδὲ κακουχεῖν αὐτὴ]ν μηδὲ τῶν ὑπαρχόντων
μηθὲν ἐξαλλο[τριοῦν ἐπʼ ἀδικίαι τῆς Ὀλυμπιά]δος. ἐὰν δέ τι τούτων ἐπιδει-
25[χθῆι] ποιῶν ἢ τὰ [ἔπιπλα ἢ τὸν ἱματισμὸν ἢ τ]ὰ̣[̓́]λλα(*) μὴ παρέχηι αὐτῆι καθὰ
[γέγραπται, ἀποτεισάτω Ἀνταῖος Ὀλυμπιάδι παραχρῆμα τὴ]ν φερνὴν
[ἡμιόλιον. κατὰ τὰ αὐτὰ μηδὲ Ὀλυμπιάδι ἐξέστω ἀπόκοι]τον [μ]η[δὲ]
[ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Ἀνταίου οἰκίας ἄνευ τῆς Ἀνταίου γ]ν̣ώ̣[μης]
-- -- -- -- -- -- -- -- -- --
2
(hand 2) Ἀπολλώνιος Μακεδὼν τῶν
Κινέου τῆς δευτέρας ἱππαρ-
χίας ἑκατοντάρουρος. μάρτυ̣ρες
Φίλιος Μακεδών, Δημοκρατίδης(*)
5Θεσσαλὸς οἱ δύο τῶν Κινέου
τῆς δευτέρας ἱππαρχίας,
Διογένης Κυρηναῖος τῶν
Διοδώρου τῆς α ἱπ(παρχίας)(*) οἱ τρεῖς
ἑκατοντάρουροι, Μηνόφιλ[ο]ς
10Μακεδὼν τῶν πρότερον
Ἀριστονίκου τακτόμισ̣θ̣ο̣ς̣,
Ἀλέξανδρος Ὡρίωνος Κ̣ρ̣ή̣ς̣,
Σαραπίων Ζωπύρου
Πέρσης οἱ δύο τῆς ἐπιγονῆς.

Apparatus


^ 1.8. corr. ex   ̣  ̣δ  ̣
^ 1.14. BL 9.92 : [  ̣  ̣  ̣  ̣  ̣  ̣ σὺν] prev. ed.
^ 1.18. l. τὰ ἄλλα
^ 1.25. l. [τ]ὰ ἄλλα
^ 2.4. BL 7.59; cf. 1.168 : Δημοκρατίω̣ν prev. ed.
^ 2.8. ἱ̣π̣[π(αρχίας)] prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.