Papyri.info

sign in

p.gen.4.168 = HGV P.Gen. 4 168 = Trismegistos 36013 = sb.16.12869



DDbDP transcription: p.gen.4.168 [xml]

VI/VII spc Apollonopolis Magna
[Reprinted from: sb.16.12869] SB 16 12869

r
† ὁ κοινὸς δεσπότης ὁ ὁσιώτατος ἐπίσκοπος ἀββᾶ Μακάριος ἔγρ[αψεν]
τῇ εὐτελείᾳ μου, ἵνα γράψω ὑμῖν περὶ τοῦ διδομένου τῷ τῆ̣[ς ὁσίας μνήμης]
ἀββᾶ Σενούθῃ σίτου τε καὶ κριθῆς ὑπὲρ τῆς ἐν ἁγίοις κύρα[ς   ̣  ̣  ̣  ̣  ̣].
ὡς γὰρ ἔγραψεν, ἡ ὑμετέρα περίβλε(πτος) ἀδελφότης εἶπεν αὐτῷ ὡς, ἐὰν μὴ
5γράψω πρὸς ὑμᾶς ἐνυ(*)πόγραφα γράμματα περὶ τούτου· ἐ̣[γὼ δὲ]
ἐθαύμασα ὑμᾶς ἐπισταμένους ὅτι, οὐ μόνον εἰς τὸ περὶ τούτου, ἀλλ[ὰ καὶ περὶ]
οἱουδήποτε πράγματος ὁρο͂ντος(*) τὴν Ἀπόλλωνος. οὔτε(*) ἀνέχο[μ]αι ἐγὼ γράψαι,
εἰ μὴ ἄρα παρακαλέσω τὸν κοινὸν δεσπότην τὸν ἐνδοξ(ό)τ(ατον), ἰλ̣[λούσ]τ̣ριο̣ν̣
αὐτὸς γράψαι· καὶ ὡς ἐπὶ τῆς ἀληθείας ἠθέλησα παρακαλέσαι τὴ[ν αὐτοῦ ἐνδοξότητα]
10περὶ τούτου, ἀλλʼ ἐπειδὴ οἴδειν(*) ὅτι ἄλλα μοναστήρι[α] λ[- ca.9 -]  ̣ καὶ δηλον-
ότι πάντα ἔταξεν ἐν τῇ ἐπιδοθείσῃ μοι παρʼ ὑμῶν γνώσει, ἵνα παρακαλέσω αὐτὸν
καὶ ὑπογράψαι, τούτου χάριν οὐκ ἠθέλησα ποιῆσαι διαφοράν, ἀλλʼ ἵνα μένω{ν}
παρακαλῶν αὐτὸν ἵνα γράψῃ μόνον εἰ<ς> τὴν γνῶσιν. οἶδα γὰρ ὅτι καὶ ὑμεῖς οὐ ποιεῖτε
διαφοράν. ἔγραψέν μοι δὲ καὶ αὐτῷ τῷ ἐνδοξ(ο)τ(άτῳ) κοινῷ δεσπότῃ ὡς ἀμφέβαλεν(*)
15ἡ ὑμετέρα περίβλε(πτος) ἀδελφότης περὶ τῶν σί(του) (ἀρταβῶν) Ασ ὡς οὐ παρέχε<τε> εἰ μὴ λ[άβ]ητε ἐπιστάλμ(ατα)
αὐτῶν· καὶ καλῶς ὑμεῖς ἐζητήσατε τὴν ἀσφάλειαν ὑμῶν. διελέχθ[ην δὲ  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
[  ̣  ̣]  ̣[  ̣]  ̣[  ̣  ̣]  ̣  ̣ κ[αὶ] ἐπειδὴ ἐγὼ οὐ δύναμαι μὴ εἰπεῖν ἀλήθειαν παντὶ ἀνθρώπῳ, ὅσα
εἶπέν μοι ἔγραψα τῷ αὐτῷ ὁσιωτ[ά]τῳ ἐπισκόπῳ. καὶ γὰρ, ὡς νομίζω, διὰ τὴν
αἰσχύνην οὐχ ηὗρεν ἀντιγράψαι αὐτῷ ὅλως. ταῦτα γράφω ἀσπαζό[μενος]
20τὴν ὑμετέραν ἀδελφικὴν περιβλε(πτότητα). τοῦτο \δὲ/ καὶ εἶπέν μοι ὡς ἐὰν [μὴ ἔλθω]
μετὰ τοῦ ὁσιωτάτου μου πενθεροῦ πρὸς ἀββᾶ Παῦλον τ[ὸν ἁγιώτατον(?)]
ἀρχημανδρίτην(*) καὶ διαλάβῃ τὸ πρᾶγμα καὶ κρίνῃ τὸ τίς ὀφείλει λ[α]βεῖν τὸ
{τὸ} χρυσίον, οὐδὲν παρέχε[τ]ε   ̣  ̣ [α]ὐτῶν. μὴ εὑρὼν οὖν πεῖσαι αὐτὸν ἀντιγράψαι αὐτῷ,
ἐγὼ τὰ τῆς ἀληθείας ἔγραψα. πλὴν καὶ ἄλλο τί ποτε ἔγραψέν μοι περὶ το[ῦ] ξε[ν]εῶνος
25τοῦ ἐν Ναβοώ, ὡς θέλει τίς ποτε καινοτομῆσαι τὸν αὐτὸν ξενεῶνα παρʼ ὃ <εἶπ(?)>εν ἐπὶ τοῦ
τῆς ὁσίας μνήμης ἀββᾶ Σενούθου, ἵνα παρακαλέσω τὴν αὐτοῦ ἐνδο[ξότ]ητα καὶ
γράψῃ ὑμῖν περὶ τούτου. καὶ νομίζω περισσόν ἐστιν τοῦ τὴν αὐτοῦ ἐνδο[ξότ]ητα
γράψαι ὑμῖν περὶ τούτου· οὐ γὰρ θέλει τὴν οἱανδήποτε καινοτομίαν γενέσθαι
εἰς οἱονδήποτε πρᾶγμα, μάλιστα εἰς ἐκκλησιαστικά. οὔτε καὶ ὑμεῖς ὀφείλετε
30συγχωρῆσαι. παρακαλῶ δὲ ὑμᾶς εὐθέως ἀπολῦσαι καὶ τὸ πλοῖον Βίκτορος τοῦ
υἱοῦ Κὸς(*) μετὰ τοῦ ἄρακος καὶ τὸ ἄλλο πλοῖον μετὰ τοῦ αὐτοῦ ἄρακ[ος.]
v
(hand 2) [† δεσπό(τῃ) ἐμῷ τὰ π]ά̣(ντα) περιβ\λ/(έπτῳ) πά(σης) τιμῆ(ς) <(καὶ)> προσκυ(νήσεως) ἀ̣ξ̣ί(ῳ) γ̣νη̣(σίῳ) φίλ(ῳ) (καὶ)(*) ἀδελφῷ Πλ\ου/σ\ά/μμω(νι) κόμ\ε/(τι) (καὶ)   ̣  ̣  ̣σ\χ/(  ) †
† Κολλοῦθος σὺν \θ(εῷ)/ χαρτ(ουλάριος). †

Apparatus


^ r.5. ενϋπογραφα papyrus
^ r.7. l. ὁρῶντος
^ r.7. l. οὐδέ
^ r.10. l. ᾔδειν
^ r.14. l. ἀμφέβα<λ>λεν
^ r.22. l. ἀρχιμανδρίτην
^ r.31. l. Κῶς
^ v.32. D. Hagedorn, ZPE 165 (2008) 131 : ἀξιωτάτῳ prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.