Papyri.info

sign in

p.enteux.27 = HGV P.Enteux. 27 = Trismegistos 3302 = oxford-ipap.apis.1310 = chr.wilck.442



DDbDP transcription: p.enteux.27 [xml]

222BC Magdola
[Reprinted from: chr.wilck.442] PLille2,11;WChr442

r
βασιλεῖ Πτολεμαίωι χαίρειν Λίβυς, ναύκληρος τοῦ Ἀρχιδάμου καὶ Μητροφάν[ους]
[κ]ερκούρου ἀγω[γῆς] μ(υριὰς) α. ἔχοντός μου ἐπιστολὰς εἰς τὴν Θηβαίδα, συνέβη,
γενομένου χειμῶνος [κατ]ὰ Ἀφροδίτης πόλιν, τοῦ πλοίου πονέσαι(*)
τὴν κεραίαν, ὥστε μη\κέτι/ δυνατὸν εἶναί με ἀνακομισθῆναι οὗ τὰς ἐπι-
5στολὰς ἐκόμιζον· παρὰ τὸ δὲ σύνεγγυς εἶναι τὸν Ἀρσινοίτην, σχόντες
πολλὰ πράγματα μόγις ἕλκοντες τὸ πλοῖον ἠγάγομεν ἐπὶ τὸν ὅρμον τοῦ
Ἀρσινοίτου, παρὰ τὸ μὴ δύνασθαι τοῖς ἱστίοις ἔτι χρᾶσθαι. ἵνα οὖν μὴ καταφθα-
ρῶμεν ἐνταῦθα, ἐθισμοῦ ὄντος, ἐάν τισιν τῶν ναυκλήρων τοιοῦτό τι
συμβῆι, ἐμφανίζειν τοῖς ἐπὶ τῶν τόπων στρατηγοῖς,
10ὅπως ἂν μὴ κατα-
φθείρηται τὰ πλοῖα ἐπὶ τῶν τόπων καὶ διαφορὰ τῆι καταγωγῆι τοῦ σίτου
γίνηται, ἀλλὰ γεμίζηται ἐπὶ ταῖς δεδομέναις αὐτοῖς ἐπιστολαῖς ἐκ τῆς
πόλεως, δέομαί ⟦οὖν⟧ σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι ἐπισκέ-
ψασθαι περὶ τούτων καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, συντάξαι Εὐφράνορι τῶι σιτολόγωι
15τῆς κάτω μερίδος γεμίσαι τὸ πλοῖον \ἐπὶ ταῖς προυπαρχούσαις ἐπιστολαῖς/ ἐκ τῶν καθʼ αὑτὸν τόπων τὴν ταχίστην
παρὰ τὸ μέγα εἶναι τὸ πλοῖον καὶ μή, τοῦ ὕδατος ἀναχωροῦντος, μηδὲ κενὸν τὸ πλ̣ο̣ῖ̣ον̣
δ̣υ̣[νατὸν ἦι] κομισθῆνα[ι] εἰς τὴν πόλιν, ἀλλὰ διὰ σέ,
βασιλεῦ, τύχωμεν ⟦τοῦ   ̣  ̣  ̣  ̣  ̣  ̣
εὐτύχει.
20β̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] ὀμνύω βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Βερενίκην καὶ Σαρᾶπιν καὶ Ἶ̣σ̣ι̣ν̣ καὶ [ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
v
(ἔτους) κε, Λώιου κϛ, Χοίαχ ιγ.
[Λίβυς] ναύκληρος πε[ρὶ τ]ο̣ῦ
[γεμι]σθῆναι αὐτοῦ τ[ὸ πλο]ῖ[ο]ν
[ἐκ τ]οῦ νομοῦ.

Apparatus


^ r.3. l. πονήσαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.