Papyri.info

sign in

p.diosk.1 = HGV P.Phrur. Diosk. 1 = Trismegistos 44717



DDbDP transcription: p.diosk.1 [xml]

154 BC? Herakleopolite

r
Διοσκουρίδει ἡγεμόνι καὶ
φρουράρχωι
πα̣[ρ]ὰ̣ Θέωνος τοῦ Θέωνος
Κυρηναίου τῶν Ἑρμοτίμου
5καὶ Μελεάγρου πεζῶν.
τῆι νυκτὶ τῆι εἰς τὴν ιϛ τοῦ
Θωὺθ τοῦ κη (ἔτους) Ἰάσων Ἰάσονος
Ἰουδαῖος τῶν αὐτῶν ἐπ̣ελ̣θὼν
ἐπὶ̣ τ̣ὴν οἰκίαν μ̣ου τὴν οὖσαν ἐν τῶι
10ἐπὶ τ̣οῦ ὅρμου φρουρίωι καὶ καιροτηρήσας
τὸ παρʼ ἐμοῦ κοράσιον ἀνο̣ῖγον τὴν αὔλειον
θύρ̣αν ὥστ̣ε̣ ἐκχέαι λεκάνην ἀνατρέψας
τοῦ̣το ἐπεισεπήδησεν αἰ̣φνιδί̣ως
καὶ τὸν συνδειπνοῦντά μοι̣ Θεοδόσιο̣ν
15κ̣α̣τ̣α̣σπάσα̣ς ἀπὸ τῆς κλίνης
ἐ̣π̣αρ̣ώινησ̣εν οὐ μετρ̣ίως· εὐθέως δέ̣
μου τῆς θύ̣ρα̣ς ἐγκρατοῦς γενο-
μέ̣ν̣ο̣υ πρὸς τὸ μὴ κ̣αὶ ἑτέρους συνεισ-
δ̣ρ̣α̣μ̣εῖ̣ν θορύβου τε μείζονο̣ς̣ γενο-
20μένου(*) καὶ πλειόνων ἐπιπαραγενη-
θέ̣ν̣των, ἐν οἷς καὶ Ἡρακλεώτου,
ἐ̣π̣επεμψάμην τοῦτον ἐ̣πὶ σὲ
κα̣ὶ̣ οὕτω παραγ̣ε̣ν̣η̣θ̣έ̣ν̣τ̣ο̣ς̣ Ἡρα-
κλείδου τοῦ παρ̣ὰ̣ σ̣ο̣ῦ καὶ εἰσελθόντος
25εὑ̣ρ̣όντος τε τ̣όν̣ προγ̣εγραμμένον
ἐπικ̣ε̣ί̣μ̣ενο̣ν̣ τ̣ῶι Θεοδοσίωι ἐν τῶι
ἐδάφει καὶ ἀμφοτέρους ἀπαγαγο-
μένου π̣ρο̣σ̣κατενεγ̣ύησα̣ καί σοι
τ̣ὸ̣ν Ἰάσονα παραχρῆμα, ὅν γε καὶ
30τ̣ῆι ἐχομένηι ἡμέραι κατέστησεν̣
ὁ Ἡρακλ̣είδης ἐπὶ τὸν σ̣τρατηγόν.
ἐπιδεδωκὼς οὖν περὶ τῶν αὐτῶν
καὶ τοῖς ἄλλοις τοῖς εἰθι̣σ̣μένοις
ἀξ̣ι̣ῶ̣ καταχωρίσαι μου τὸ
35προ̣σ̣άγγελμα καὶ παρὰ σοὶ
ἐν χρηματισμῶι.
——
εὐτύχει.
v
(ἔτους) κη Θ̣ὼ̣θ̣ Traces
Traces 1 line

Apparatus


^ r.19. corr. ex

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.