Papyri.info

sign in

p.dion.29 = HGV P.Dion. 29 = Trismegistos 3103 = p.rein.1.13



DDbDP transcription: p.dion.29 [xml]

110 BC Hermoupolis Magna
[Reprinted from: p.rein.1.13] PRein1,13

r
ἔτους   ̣, Ὑ̣π̣[ε]ρ̣β̣ερεταίου β, Μεσορὴ β, ἐν Ἑρ-
μοῦ πόλ̣ει τῆς Θη̣βαΐδος. ὁμολογεῖ Ἄνδρων
Πτολεμ̣αίου Λίβυς τῶν Πατόκου κατοίκων
ἱππέω̣ν Διο̣[ν]υ̣σίωι Κεφαλᾶτος Πέρσηι
5ἀπέχε̣ι̣ν̣ παρʼ α̣ὐτοῦ τὰς τεσσαράκοντα ἀρτάβας
τοῦ στερ̣ε̣οῦ πυροῦ, τὸ δάνειον ὃ ἐδάνεισεν
αὐτῶι [κ]ατὰ συγγραφὴν δανείου τὴν κειμένην
διὰ τοῦ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος ἀγορανομίου
τοῦ ἑβδ̣όμου ἔτους, Τῦβι ἑπτακαιδεκάτηι·
10καὶ μήτʼ αὐτὸν Ἄνδρωνα μηδʼ ἄλλον ὑπὲρ
αὐτοῦ ἐπελεύσεσθαι ἐπὶ Διονύσιον μηδʼ ἐ-
πὶ τοὺς π̣αρʼ αὐτοῦ περὶ τοῦ προκειμένου
δανείου ο̣ὗ ἀπέχει, μηδὲ περὶ μέρους αὐτοῦ,
παρευρέσει μηδεμίᾳ· ἐὰν δὲ ἐπέλθῃ, ἥ τʼ ἔφοδος
15Ἄνδρων̣[ι] κ̣α̣ὶ̣ τῶι ὑπὲρ αὐτοῦ ἐπιπορευομένωι
ἄκυρος [ἔστω καὶ] προ̣σα̣ποτεισάτω
Ἄνδρων̣ Διονυσί̣ωι ἢ τοῖς παρʼ αὐτοῦ, καθʼ ὅτι ἂν
ἐπέλθ̣ῃ̣, ἐπίτιμον χαλκοῦ τάλαντα δέκα
καὶ τὸ βλ̣[ά]βος καὶ εἰ̣ς τὸ βασιλικὸν ἱερὰς ἀργυρίου
20Πτολεμ̣αϊκοῦ νομίσματος δραχμὰς ἑκατὸν
καὶ μηθ̣ὲν ἧσσον ἡ ὁμολογία ἥδε κυρία ἔστω.
v
ὁμο(λογία) Ἄνδρωνος πρὸς̣
Διονύσιον ἀποχ(ῆς) δα(νείου) (πυροῦ) (ἀρταβῶν) μ.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.