Papyri.info

sign in

p.dion.15 = HGV P.Dion. 15 = Trismegistos 3098 = p.rein.1.15



DDbDP transcription: p.dion.15 [xml]

109BC Akorios
[Reprinted from: p.rein.1.15] PRein1,15

r,ext
βασιλευόντων Κλεοπάτρας ⟦θ̣⟧ καὶ Πτολεμαίου θεω(*) Φιλομητόρ̣[ων]
Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν <Ἀλεξανδρείαι> Ἀλεξάνδρου κ[αὶ θεῶν Σω-]
τήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φ[ιλοπατόρων]
καὶ θεῶν Ἐπιφαν̣ῶν̣ κ̣α̣ὶ θ̣ε̣ο̣ῦ Ε̣ὐπ̣άτορος καὶ θεοῦ Φιλομήτορος κα̣[ὶ θεοῦ Νέου]
5Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτ̣ο̣υ καὶ θεω(*) Φιλομητόρων Σωτήρων, [ἱεροῦ πώ-]
λου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεο̣[πάτρας]
θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερε[νίκης]
Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος [Σωτείρας]
Δικαιοσύ̣νης Νικ̣η̣φόρου, κ̣α̣ν̣ηφόρου Ἀρσινόης Φ̣ιλαδ̣έ̣λ̣φου̣, ἱε̣ρ̣είας β[ασιλίσσης]
10Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱ̣[ερείας Ἀρσι-]
νόης Φιλοπάτορος τῶν ὄντω̣ν̣ κ̣α̣ὶ̣ ο̣ὐ̣σ̣ῶ̣ν̣ ἐ̣ν̣ Ἀλ̣ε̣ξανδρείαι, μη̣[νὸς Δύστρου]
ἑκκαιδεκάτῃ, Τῦβι ἑκκαιδε̣κάτῃ, ἐν Τήνει τ̣ῆ̣ι̣ κ̣α̣ὶ̣ Ἀ̣κ̣ώριος τ[οῦ Μωχίτου]
τόπου, νομοῦ δʼ Ἑρμοπολίτο̣υ̣. [ἐδάνεισεν Διονύσιος] Ἀ̣σκληπιάδο̣[υ Πέρσης]
τῶν Ἀπολλοφάνου καὶ Ἐ̣ξ̣α̣κ̣[ῶντος κατοίκων ἱπ]π̣έων Δ̣ιον[υσίωι Κεφα-]
15λᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας εἴκοσι ἓξ δίμοιρ̣[ον , ἃς]
ἐκτεταμίευται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων ἡμιολίων, ἀρτάβα̣[ις δέκα]
τρισὶ τρίτωι · τὰς δὲ πάσας πυροῦ ἀρτάβας τεσσαράκοντα ἀποδ[ότω]
ὁ δεδαν̣εισμένος Διονυσίωι ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τ̣[οῦ ὀγδόου]
ἔτους, πυρὸν νέον καθαρὸν καὶ ἄδολον, μέτρωι τῶι πρὸς τ̣[ὸ] χ[αλκοῦν,]
20καθεσταμένας ἐπὶ τὸν {καθεσταμένας ἐπὶ τὸν} κατὰ τὴν Ἀκώ[ριος ὅρμον,]
ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας· ἐὰν δὲ μὴ ἀ[ποδῷ]
καθʼ ἃ γέγραπται, ἀποτεισάτω ὁ δεδανεισμένος Διονυσίωι τιμ[ὴν ἑκάσ-]
της ἀρτά̣βης χαλκοῦ δρα̣χμὰ̣ς τρισχιλίας καὶ εἰς τὸ βασιλικὸν ἱερὰ[ς ἀργυρίου]
τοῦ Πτολεμαϊκοῦ(*) νομίσματος δραχμὰς(*) μ̣η̣θ̣[ὲν ἧσσον·]
25ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν [συγγραφὴν]
πάντων ἔκ τε \αὐτοῦ/ Διονυσίου τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑ̣[παρχόν-]
των αὐτῶι πάντων καθʼ ἅπερ ἐγ(*) δίκης· ἡ συγγραφὴ ἥδε κυρία̣ [ἔστω].
μάρτυρες· Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀρίμμ̣α̣ς̣ Δ̣ι̣ο̣ν̣υ̣[σίου Χαρισ-]
τήριος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Διονύσιος Πτολεμαίου̣ [Μακεδὼν]
30ὑπηρέτης προστάγματος(*), Εὐμένης Πολυκράτου Πέρσης, [Ἀπολλώνιος]
Πολυκράτου Πέρσης. συγγραφοφύλαξ· Πτο[λεμαῖος].
(hand 2) Διο̣νύσιος Κ̣ε̣φα̣λ̣ᾶ̣τ̣ο̣ς̣ Πέρσης τῆς ἐπιγονῆς ἔχω [τὰς]
τ̣οῦ πυροῦ ἀρτά̣β̣α̣ς τεσσαράκοντα καθʼ ὅτι πρόκειτ̣[αι]
καὶ ποιήσω κατὰ̣ τ̣ἆ̣λ̣λ̣α̣(*) τ̣ὰ̣ γεγραμμένα καὶ δέδ[ω]κ̣α̣ [κυρίαν]
35[Πτολεμαίωι].
(hand 3) [Πτολεμαῖος ἔχω κυρίαν].
r,int
(hand 4) ἔτους η Τῦβι ιϛ Traces
Traces 1 line
39ἐ̣π̣ί̣τ̣(ιμον) Γ· συ(γγραφοφύλαξ)· Π̣τ̣ο̣λ̣ε̣μ̣(αῖος).
v
40(hand 5) Διονυσίου Πτολεμαίου Ἀγήνορος Ἀρίμματ̣[ος]
Διονυσίου Εὐμένους Διονοσίου Ἀπολλωνίου̣

Apparatus


^ r,ext.1. l. θεῶ<ν>
^ r,ext.5. l. θεῶ<ν>
^ r,ext.24. corr. ex πτολεμαιουου
^ r,ext.24. corr. ex χραχμας
^ r,ext.27. l. ἐκ
^ r,ext.30. l. τάγματος
^ r,ext.34. l. τὰ ἄλλα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.