Papyri.info

sign in

p.cair.zen.5.59816 = HGV P.Cair. Zen. 5 59816 = Trismegistos 1440 = oxford-ipap.apis.1272



DDbDP transcription: p.cair.zen.5.59816 [xml]

257BC Philadelphia

r
Ἀρτεμίδωρος Πανακέστορι χαίρειν. παραγινομένου μου ἐγ(*) Βουβάστου εἰς Μέμ[φιν]
ἐνετέλλετο Ἀπολλώνιος μάλιστα μὲν αὐτὸν διελθεῖν πρὸς σέ, εἰ δὲ μή, ἀποστεῖλα[ί]
τινα παρʼ ἐμοῦ ὃς ἀναγγελεῖ σοι τὰ παρʼ αὐτοῦ. ἠκηκόει γὰρ ὅτι οὐ πᾶσα κατασπείρετα[ι]
ἡ γῆ αἱ μύριαι ἄρουραι. συνέτασσεν οὖν ἀναγγέλλειν σοι ἵνα ξυλοκοπηθῆι πᾶσα καὶ ποτισθῆι
5κ[αὶ μάλιστ]α μὲν ὅπως κατασπείρητε πᾶσαν αὐτήν, εἰ δὲ μή, ὅσην ἂν μὴ[ -ca.?- ] δ̣ύν[ηι]
σπείρειν. [  ̣  ̣]σ̣ησ̣α̣μ̣οσπορευθῆι καὶ μὴ ἀργήσηι μέρος μηθὲν τῆς γῆς. ἐπεὶ̣ [οὖν] αὐτὸ[ς]
οὐ δεδύν[ημαι πα]ρ̣α̣γενέσθαι διὰ τὸ ἐνωχλῆσθαι, γράψας ἀπέσταλκα̣
[πρὸς] σέ, ἵνα εἰδῆ[ις]
καὶ π̣[οιῆι]ς̣ οὕτ[ως]. σ̣υ̣νέτασσε γὰρ μισθοῦσθαι καὶ ἐμβάλλειν ἀθρόους̣ [ -ca.?- ]
10τ̣ο̣ὺ̣ς̣ σπεροῦντας σκαλιδευτὰς καὶ τοὺς ὑπουργήσοντας τούτοις. ἕως οὖν ἔτι ὥρ[α]
ἐστὶν σπείρ[ειν], ποιεῖτε οὕτως. ἀνήγγελκα δὲ καὶ Ζήνωνι καὶ Ἀρτεμιδ̣ώ̣ρ̣ω̣ι̣ [τῶ]ι̣ ἐ̣μ(*) Μ[έμφει],
καθότι μοι Ἀπο[λλώ]νιος ἐνετείλατο, ἵνα χορηγῶσιν ὑμῖν χαλκόν, ὅσου ἂν χρείαν ἔχη[τε]
εἰς ταῦτα. λαμβάνετε οὖν· δοθήσεται γὰρ ὑμῖν. ἔφασαν δὲ καὶ νυ[ν -ca.?- ]
Μάρωνι (δραχμ ) α.
15ἔρρωσο. (ἔτους) κθ, Ἀ[πελ]λ̣α̣ί̣ου β.
v
15εἰς Φιλαδέλφειαν. Πανακέστορι.
(ἔτους) κθ, Ἁθὺρ θ. Ἀρτεμίδωρος.

Apparatus


^ r.1. l. ἐκ
^ r.11. l. ἐν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.