Papyri.info

sign in

p.cair.masp.1.67002 = HGV P.Cair. Masp. 1 67002 = Trismegistos 18977 = oxford-ipap.apis.135



DDbDP transcription: p.cair.masp.1.67002 [xml]

AD567 Aphrodito<Antinoopolis?

msup
χμγ
☧ Φλαυΐ(*)ῳ Τριαδίῳ Μαριανῷ Μιχαη[λ]ίῳ [Γ]αβριηλίῳ Κωνσταντίνῳ Θεο[δ]ώ̣ρῳ Μαρτυρίῳ Ἰ(*)ουλ[ιαν]ῷ Ἀθανασίῳ τῷ [ἐνδ]οξοτά(τῳ)στρατηλάτῃ [ἀπὸ] ὑπάτων καὶ ὑπ(ερ)φ[υε]στά(τῳ) πατρικίῳ πραιφέκτο(υ) Ἰ(*)ουστίνο(υ) δ[ου]κὶ καὶ α[ὐγ]ουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β
† δέησις καὶ ἱκεσία πα(ρὰ) τῶν ἐλει(*)νοτάτων(*) δούλων ὑ(*)μῶν καὶ ἀθλίων λεπτοκτητόρων τε καὶ οἰκητόρων τῆς παντάθλιας κ[ώ]μης Ἀφροδίτης τῆ[ς] οὔσης ὑ(*)πὸ τὸν θεῖον οἶκον καὶ τὴν ὑπ[ερ]φυῆ ὑ(*)μῶν ἐξουσίαν.
1
πᾶσα δικαιοσύνη καὶ δικαιοπραγία τὰς προ[ό]δους προλάμπουσιν ἀεὶ τῆς πανεξόχως βελτίστο(υ) ὑπερφυοῦς ὑ(*)μῶν ἐξο(υ)σίας,
ἣν ἐκδέχομεν πρὸ πολλοῦ οἷον οἱ ἐξ Ἅδου καραδοκοῦντες τὴν τότε τοῦ Χ(ριστο)ῦ ἀενάου θ(εο)ῦ παρουσίαν. μετʼ αὐτὸν γὰρ τὸν
δεσπότην Θ(εὸ)ν σωτῆρα βοηθὸν ἀληθεινὸν(*) [κα]ὶ̣ φιλάνθρωπον εὐεργέτην, ἔχομεν μετὰ πάσης ἐλπίδος σωτηριώδους τὸ ἐν πᾶσι
πανευφημούμε[ν]ο̣ν̣ καὶ διαβεβοημένο̣ν̣ ὑ(*)μ[ῶν] ὕ(*)ψος ἐν πᾶσι τοῖς ἀναγκαίοις καιροῖς ἐπιβοηθῆσαι ἡμῖν, καὶ ἔξοδον τῶν ἀδίκων
5ἡμᾶς ἀποσπάσασθαι καὶ ῥύσασθαι ἐκ τῶν ἀνέκαθεν συμβεβηκότων ἡμῖν ἀφάτων ζημιωμάτων, ὧ(*)ν οὐ χάρτης χωρεῖ,
παρὰ Μηνᾶ το(ῦ) λαμπροτάτου σκρινιαρίο(υ) [κ]αὶ παγάρχο(υ) τῆς Ἀνταιοπολιτῶν. σμικρομερῶς μὲν ἀναμιμνῄσκομεν τὸ πάνσοφον
(*)μῶν καὶ εὐκ[λε]έ̣στατον καὶ φιλάγαθον συνειδός, πάσης δὲ φρονήσεως καὶ νουνεχίας(*) ὑπέρτερον τυγχάνει ἀποκαταλέπτου(*)
τοῦ λόγου τὰ σύμ[π]αντα κατανοῆσαι εἰς ἄκραν εἴδησιν, καὶ περιπέτειαν, ὅθεν ἀόκνως προκυλινδούμενοι ἥκαμεν παρὰ πόδα τῶν
ἀνεπάφων ὑ(*)μῶν ἴ(*)χνων, διδάσκοντες τ̣ὰ̣ καθʼ ἡμᾶς πράγματα ἐν τούτοις ἔχοντα. † διδάσκομεν τὴν πανεύφημον ὑ(*)μῶν
10ἐξουσίαν ὡς ἀπὸ προοιμίων τῆς ἔναγχος διαδραμο(ύ)σης πεντεκαιδεκάτης ἐπινεμήσεως, ἀφʼ ἧς ἀντελάβετο τῆς παγαρχίας
Ἀνταίο(υ), καρποῦται τὰς ἀρούρας τοῦ συναδέλφου ἡμῶν καὶ ἀθλίο(υ) δούλο(υ) τῆς ὑ(*)μῶν ἐνδόξο(υ) φιλανθρωπίας Διοσκόρου,
πενιχροῦ πάνυ ὄντος καὶ παιδία νήπι[α ἔ]χ̣οντος μὴ ἐγνωκότα τὴν ἀριστερὰν μήτε σχεδὸν καὶ τὴν δεξιάν, καὶ δεομένο(*) πολλῶν
ἀναλωμάτων εἰς τὴν αὐτῶν ἀνατροφήν· καὶ ὁ τοιοῦτος ἄσπλαγχνος οὐκ’ ὤκνησεν ἄνευ ἐκφορίων καὶ δημοσίων
ἐπιτρέψαι τῷ τ̣ε βοηθῷ τῆς κώμης Φθλὰ καὶ τοῖς ταύτης ποιμέσι οἰκειώσασθαι ἑαυτοῖς τὰς ἀρούρας αὐτοῦ καρπουμένας
15ἄνευ ἐκφορίων καὶ δημοσίων, καὶ τὴν συν̣τέλειαν το(ύ)των ἐπιτετραμμένην αὐτῷ ἐάσας εἰς τελείαν ἀνατροπήν. ἐχρόνισεν γὰρ
ὁ αὐτὸς Διόσκορ[ο]ς ἰ(*)δικῶς α(ὐ)τουργῶν τα[ύτα]ς μετὰ θάνατον τοῦ πατρὸς αὐτο(ῦ), καὶ εὐγνωμόνως καὶ πληρωτικῶς καθʼ(*) ἔτος παρέχων
τὰ τούτων δημόσια. ὁ δὲ εἰρημέ(νος(?)) λαμπρό(τατος) [πάγα]ρ(χος) καρπούμενος καθʼ(*) ἔτος μετὰ τῶν ποιμένων Φθλὰ καὶ Κύρου τοῦ ταύτης βουθο(ῦ) το(ῦ) καὶ
\Κ[ολ]λούθου/ [  ̣  ̣  ̣  ̣ α]ὐγουσταλ̣ίας, ἐξ ἴσο(υ) τοῦ Μαδιὰν ἔθνους εἰωθότος τοτὲ τὰ τῶν Ἰ(*)σραηλιτῶν γενήματα ἀφαρπάξαι. καὶ ἀνεκδίκητος ὑ(*)πάρχει
ὁ ἄθλιο[ς] ἕως νῦν ἐπὶ ξένης σὺν τέκνοις, αἰτῶν \ὧ(*)ν καὶ/ ἐκδικίας ἀγαθῆς ὑ(*)μῶν τυχεῖν, δέσπο(τα) †
2
† δεόμεθα δὲ ὑ(*)μῶν περὶ το(ύ)[το(υ)] καὶ παρακαλοῦμεν, διδάσκοντες τὸν ἀγαθὸν ἡμῶν δεσπότην ὡς ἐπὶ τῆς π[ρ]οηγησαμένης ἀρχῆς το(ῦ) ἐνδοξ(ο)τ(άτου) Κύρο(υ) ῥεφερενδαρίου
ὁ εἰρημέ(νος) λαμπρ(ότατος) Μηνᾶς [γ]ράμματα ἐχάραξεν τῷ περιβλέπτῳ κόμε(τι) καὶ ἰ(*)λλο(υ)στρίῳ μεγ[αλ]οπρε(πεστάτῳ) Σερήνῳ τῷ λωγιωτ(άτῳ)(*) σ̣χ̣\ο/λ̣(αστικῷ) περὶ τὸν καιρὸν τοῦ ἡμᾶς ἀπι(*)έναι ἐν Θήνει τῇ
ἐμφύτῳ ἀγορᾷ τῶν ζῴων, εἰωθότας καθʼ(*) ἐνιαυτὸν ἐκεῖσε γένεσθαι, τὴν τῶν ὑ(*)ποζυγίων ζῴων ἡμῶν πραγματείαν ποιούμενοι εἰς ἀποτροφὴν
ἡμῶν καὶ τῶν τέκ[ν]ων· καὶ καιροτηρηθέντες τοτὲ παρὰ τῶν διοικητῶν το(ῦ) ἐνδοξ(οτάτου) ἰ(*)λλ(ουστρίου) Σερήνο(υ) καὶ ἐβλήθημεν εἰς τὴν ἐκεῖθεν οὖσαν εἱρκτήν.
5ἀπηνέχθημεν ἔπειτα εἰς φυλακ(ὴν) Ἀντινόο(υ) καὶ εἰς φυλακὴν τῆς Ἀνταίο(υ)· ὕ(*)στερον παρεδόθημεν τῷ εἰρημ(ένῳ) Μηνᾷ παγάρχ(ῳ), καὶ αἰκισμοῖς πολλοῖς καὶ βαζάνοις(*)
ἡμᾶς κατέστησεν εἰς ἑ̣[ξ]άμηνον χρόνον ἐγκαθειρμένους, ἀπήτησας(*) δὲ καὶ ἄλλα ζημιώματα συνι(*)όντα εἰς νο(μίσματα) ριζ, μεθʼ ὅσα δεδώκαμεν ἐν Θήνει καὶ ἐν φυλακῇ
Ἀντινόο(υ) βασανιζόμενοι, τῶν ζῳῶν \ἡμῶν/ ὄντων ἐν κα[το]χῇ ὑπὸ τὸν εἰρημέ(νον) ἰ(*)λλο(ύ)στριον ἀτρόφων· ὧ(*)ν καὶ πλεῖστον μέρος \ἐκλεκτὸν/ οἰκειωσάμενον ἑαυτῷ ἄνευ τιμῆ[ς], καὶ το(ὺ)ς ἐκ το(ύ)των σωθέντας
ὄνους τε καὶ καμήλο(υ)ς ἡμιθανεῖς λίαν [μ]όγις ἐξεποίησεν ἡμῖν ἀναδεδωκώς, κακῆς ἐκ δευτέρο(υ) διαπράσεως, καὶ ἐξ αὐτῶν ἔλαβεν ὁ αὐτ[ὸς] ἰ(*)λλ(ούστριος) Σερῆνος
πέντε ὄνους καὶ ἵ(*)ππον· καὶ Βίκτωρ ὁ μειζότερος αὐτο(ῦ) τὰς ἐσθῆτας ἡμῶν ἀφείλατο καὶ πάντα τὰ σκεύη ἡμῶν δεκατριῶν ὀνομ[άτ]ων ὄντων,
10καὶ ἀπῄτησέν με δύο νομίσματα τὸν ἄθλιον Ματάι(*)ν καὶ δοῦλον ὑ(*)μῶν ἐπιδίφριον ἰ(*)ατρόν. καί τινες ἐξ ἡμῶν τοτε προσῆλθαν τῷ εἰρημ(ένῳ) ἐνδοξ(οτάτῳ) δουκί.
ἐκέλευσεν ἡμᾶς ἀζημίως ἀπολυθῆναι· οὐκ’ ἀπελύθημεν, ἀλλὰ ὡς προέφημεν εἰς τὴν φυλακὴν τῆς Ἀνταίο(υ) μετ’ετέθημεν λαθραίως καὶ βιαίως· καὶ ἐν[τ]ά̣γ̣ι̣α̣ γ̣ρ̣[άφ](εντα(?))
τοῦ δημοσίου ἔχομεν χειρί τε αὐτο(ῦ) τοῦ εἰρημέ(νου) Μηνᾶ παγάρχο(υ) καὶ χειρὶ τοῦ βικαρίο(υ) τῶν στρατιωτῶν Σκυθῶν καὶ τῶν Μακεδόνων, καὶ ἕως ἄρτι οὐδὲ[ν] ἡμῖν
ἐξ αὐτῶν ἀναδέδωκεν, οὐδὲ μὴν κατελογίσατο τῷ δημοσίῳ τῆς ἡμῶν κώμης Ἀφροδίτης. καὶ μετὰ τὸ ἡμᾶς τὰ εἰρημέ(να) ἑκατὸν δέκα ἑπτὰ νο(μίσματα) παρασχεῖν,
ἀφῆκεν ἐν τῇ φυλακῇ ἐπὶ ἄλλους τεσσάρας μῆνας, ἐφʼ οἷς ὅλως εἰρήκαμεν ὡς ὑ(*)πὸ τὸν ὑ(*)περφυέστατον πατρίκιον ἐσμὲν καὶ ἄνθρωποι αὐτο(ῦ) [τυ]γχάνομεν καὶ το(ῦ)
15θείο(υ) οἴκου. καὶ πάντα τὰ κακῶς γεναμέ(να)(*) καθʼ ἡμῶν παρὰ το(ῦ) αὐτο(ῦ) Μηνᾶ ἐπίσταται Ἀφοῦς ὁ νοτάριος Λικινιανο(ῦ) τοῦ μεγαλοπρε(πεστάτου) κόμ(ετος) καὶ διοικητο(ῦ) [ὑμ]ῶν· μεθʼ ἡ̣μῶν γάρ
ἐστιν ἐν τῇ φυλακῇ. καὶ εὐχῆς ἔργον ἡμῖν ἐστιν νυκτὸς καὶ ἡμέρας ἀξιωθῆναι τῆς κεχαρισμένης ὑ(*)μῶν παρουσίας, ὅπως ἐν ἀπολαύσει γενώμεθα τῶν δικαίων
(*)μῶν. καὶ ἰ(*)δοὺ νῦν πάλιν μετέβαλλεν τὰς διανοίας ὑ(*)μῶν· οὐ μελήσεται γὰρ αὐτῷ ἀνελθόντι διαπορθῆσαι τὴν κώμην ἀλόγως προφάσει δημοσίων,
καί\τοι/ εὐγνωμόνως ἀεὶ καὶ πληρωτικῶς παρέχουσιν οἱ ἄθλιοι κτήτορες τὰ δημόσια αὐτῶν καθʼ(*) ἔτος, καὶ ἤδη διαγεναμένων ὀκτὼ παγάρχων μέχρι νῦν
τῆς Ἀνταίο(υ) οὐδέποτε ἐ[ν] ὑστερησμῷ γεναμένοι τῶν βασιλικῶν \φόρων/ καὶ τῆς ἐμβολῆς, καὶ ταύτην ἐπειγμένως κατὰ τὸ ἔθος ἡμῶν ἀεὶ σπο(υ)δαίως ἐπειγόμεθα
20καὶ τὴν ἐφετίνην ἐμβολὴν ἐνηργοῦντες(*) ἐμβάλλεσθαι, ζητεῖ ἀνελθεῖν καὶ ἐμποδείζειν(*) ταύτην καὶ δ[ι]ασκορπίσαι τὰ σύμπαντα εἰς ἀνατροπὴν τελείαν
τῆς αὐ[τ]ῆς κώμης· μεθʼ ὃ μετὰ μόχθο(υ) πολλοῦ \[  ̣]  ̣πείραμεν τὸ πέδον/ [τ]οιαύτης πλήμυρας γεναμέ(νης), ἔφραξεν τὴν διώρυγα ἡμῶν περὶ τὸν καιρὸν τῆς τῶν νε̣ι̣[λ]ῴων ὑ(*)δάτων
προσβάσεως καὶ ἀρδείας, [ε]ἰ̣ς ἀβροχίαν κατέστησεν τὸ πεδίον. καὶ ἐπὶ το(ῦ) ἐνδοξ(ο)τ(άτου) πάλιν ῥεφερενδαρίο(υ), μεθʼ ὃ ὁ αὐτὸς πάγαρχος ἔλαβεν τὸ δημ[όσι]ον καὶ ἄλλα ἐπὶ το(ῦ)τ̣ο̣
διακόσια νομίσματα, δε[δ]ωκὼς ἡμῖν λόγον ἐπὶ το(ύ)τῳ, εὐθέως τοναντίον(*) ἐφρόντιζεν ἀνελθὼν μετὰ πολλῆς λῃστρικῆς τε καὶ παγανικῆς καὶ [στ]ρα̣τι[ωτ]ικῆς βοηθεί[ας]·
ἐπραίτευσεν(*) τὴν κώμ[η]ν διαπορθήσας πλέον β[αρ]βάρων καὶ ἔμπρησας φανερὰ λαμπρὰ \οἰκήματα/ τῶν ἀρχαίων κτητόρων μεγάλων τῆς κώμης, καὶ ἑπτακόσια ὁλοκόττι[να]
25ἔλαβεν ἐξ ἀφορμῆς τοῦ δημοσίο(υ) ἄνευ ἐνταγίων, μηδὲν ἐκ το(ύ)των ἡμῖν καταλογισάμενος, \οὐ μὴν ἀλλὰ/ καὶ κτηναφαίρεσιν ἡμῶν ἐποίησεν πέρυ̣[σ]ι εἰς δύο μην[ᾶς], ὄντων τῶν
καρπῶν ὑ(*)πὸ δίψαν ἕως ο(ὗ) ἀνεμόφθορα τὰ γενήματα γεγ[ό]νασιν. καὶ τὸν [ο]ἶκον τῆς ἐξ[ο]υσίας ὑ̣(*)[μ]ῶ̣ν
3
☧ τὸν δωρηθέντα τῇ ὑπ(ερ)φυεῖ ὑ(*)μῶν ἐξουσίᾳ εἰς τὸν θεῖον ο[ἶ]κον εἰς χρείαν τοῦ κατὰ καιρὸν αὐτῆ̣[ς] διοικητοῦ \ὡς/ ἐπέχει[ν] αὐτ[ό]ν, το(ῦ)τον οἰκητήριον ἔκα\υ/σεν μὴ ἀρκ[εσ]θεὶς(*)
τοῖς κακοῖς τούτοις μόνοις Μηνᾶς ὁ αὐτὸς πάγαρχος, ἀλλὰ καὶ τὰς παρθένους διεκόρευσαν οἱ συνεπόμενοι αὐτῷ εἰς βοήθειαν [π]αρόρων(*), καὶ τὰς ἀσκ[ητρ]ί̣α̣ς̣
διέλυσαν ἐκπορθήσαντες καὶ λεηλατήσαντες τὴν πᾶσαν κώμην καὶ τὴν ταύτης ἐνορίαν ὡς ἐπὶ τῶν βαρβαρωθέντων τόπων. καὶ τοὺς ταλ[αι]π[ώρους]
ἡμᾶς λεπτοκτήτορας ἐξεδίωξεν, τοῖς δὲ ἀτάκτοις καὶ λῃστάρχοις ἀγραυλοῦσι μηλονόμοις δεδωκὼς ἄδειαν καὶ τοῖς κακῶς βιο(ῦ)σι ἐπαυ[  ̣  ̣]  ̣ε̣ι̣  ̣
5τὰ συνήθη πρᾶξαι, οὐκ’ ἐφείσατο κατὰ Θεὸν τῶν καμνόντων ἡμῶν ἀεὶ εἰς τὴν τῶν δημοσίων, βασιλικῶν καὶ διαφόρων βαρῶν ἀδιαλείπτως παρο[χή]ν,
μήτε μὴν ἀναμνησθεὶς τῆς τῶν γονέων ἡμῶν προτεραίας ὄψεως, κατὰ Θεὸν εὐπορωτέρως τότε ἐχόντων τὸν βίον καὶ εὐγνωμόνως καὶ πλη[ρω]τικ[ῶς]
παρεχόντων το(ὺ)ς βασιλικοὺς αὐτῶν φόρο(υ)ς ἀνελλειπῶς(*)(*)πὸ τὴν πολιτικὴν τάξιν διὰ προσταγμάτων φοβερῶν τοῦ δικαστηρίο(υ) ἀπολυομένων(*) αὐτοῖς
(*)διαζόντως ἐκ προνομίου ἐχόντων κατὰ τὸ αὐτόπρακτον σχῆμα, καὶ ὑ(*)πὸ τὸν θεῖον οἶκον γεγονότων, εἰ καὶ ὅτι ἐχόντων ὑ(*)μᾶς ἀληθεινοὺς(*) προστάτας καὶ ε̣ὐ̣εργ̣έ̣τ̣α̣[ς]
ἐλεήμονας διαλαβόντας ἄλλοτε \ἐπὶ τῆς πρώτης ὑμῶν εὐαρχείας/ τὰ καθʼ ἡμᾶς το(ὺ)ς ταλαιπώρο(υ)ς ὅλους ὀρφανο(ύ)ς, ἀκολούθως τῇ ὁρωμένῃ ἡμῶν γυμνῇ ὄψει μικρὴν(*) τὴν ἡλίκιαν μᾶλλον
10ἀγαγόντων, καὶ ἀπερίστατον μὴ ἔχοντας τὴν ἀναγκαίαν τροφήν. ὡς μάρτυρα καλοῦμεν τὸν δεσπότην Θ(έο)ν εἰς τοῦτο, ὅτι ἐν τῷ χειμο͂[ν]ι(*) δρόξιμα(*) καὶ ὀλύρας ἐσθίομεν, τῷ [δὲ]
θέρει τὰ ἀποκαθάρματα ἤτοι ἀποκοσκινήματα καὶ καταστελλματα τῆς ἐμβολῆς ἡμῶν παρʼ ἑστίαις(*) ἐδόμενοι, ἐφʼ ὅτι μετὰ ταύτην οὐδὲν παντελῶς ἡμῖν ὑ̣(*)π̣ο̣-
λέλειπται. μάλιστα δὲ τὰ εἰρηνικὰ δίκαια ἀνταναιρηθέντα(*) ἀφʼ ἡμῶν πρὸ πολλοῦ πλήθους ἀμυθήτο(υ) λῃστρικῶν ἐφ̣όδων ἐπικειμένων ἡμῖν νυκτ[ε]ρ̣[αίας (?)](*)
καὶ ἡμεραια(*) \τὰς/ διατριβὰς ἐχόντων μετὰ τῶν ἀγραυλο(ύ)ντων μηλονόμων συνδεδυμένων τούτοις πραιδεύουσι καὶ λυμαίνουσι τὰ παντοῖα ἡμῶν πράγ[μα]τα
εἰς βλάβην τοῦ δημοσίο(υ) \λόγου/ καὶ τελείαν ἡμῶν ἀνατροπήν. ἐπὶ πλεῖον γὰρ ὑ(*)στερήθημεν \τοῦ ἄρτου/ διὰ τούτους, καὶ οὐκ(*) ἡδέως ἔχομεν ἔτι ζῆσαι καὶ ὑ(*)ποσχεῖν τὰς ἀθεμίτους τ̣ο[σαύτας(?)]
15ἀδεῶς τόλμας, καὶ πράξεις ὡς λύκων καὶ ἁρπάγων ἀεὶ πραττόντων ὠμοφάγων τρόποις· τὸ γὰρ ἀνθρώπινον αἷμα ἐκχέουσιν οἱ τοιο(ῦ)τοι αὐθάδεις καὶ ἄτρομοι, ο̣ῖ̣[ο]ν̣
ἐπὶ γῆν ὕ(*)δωρ ἐκχύσῃ τις τολμηρώτατος μάτην. καὶ ἰ(*)δοὺ τοίνυν, δέσποτα, μετὰ τὰς τηλικαύτας μοχθηρίας τὰς περὶ ἡμᾶς, διόλο(υ) ἡδέως καὶ πρ[ο]θύμως ἐμβά[λλεσ]θαι
τὴν αἰσίαν ἡμῶν ἐμβολὴν ἐκ π̣λήρους \σπεύδωμεν/(*) αὐτὸς δὲ ὁ εἰρημέ(νος) πάγαρχος σπεύδει συναθροῖσαι βοήθειαν, καὶ ἀνελθεῖν τὴν ἀθλίαν καὶ πανέρημον γεναμέ(νον) ὑπʼ αὐτο[ῦ]
ἡμῶν κώμην, βουλόμενος εἰκαίως ἐκ τοῦ συνόλο(υ) αὐτὴν ἐξαλεῖψαι καὶ ἐξολοθρεῦσαι αὐτὴν παντελῶς πρὸς λύμην τῶν βασιλικῶν φόρων καὶ σκεδασμὸν τῆς αἰσίας
ἡμῶν ἐμβολῆς. ἔγραψεν γὰρ αὐτῷ ὁ γραμματεὺς καὶ ὁ διακονητὴς τούτου χάριν, \το(ῦ)/ μὴ ἀνελθεῖν τὴν κώμην ἀκαίρως καὶ διαστρέψαι τὴν ἐμβολὴν ἑτοιμασμένην καὶ ἐμβαλλομένην.
20οὐκ’ ἐπαύσατο μανιῶ(*)ν διόλο(υ)· διαρπάξαι καὶ ἀθετῆσαί φησιν τὴν παγαρχίαν, ἣν ἐξεπό̣ρ̣θ̣ησεν ἀποτεθεικὼς τὰ τα(ύ)της χρήματα εἰς τὰ Ἄπα Σενουθί̣[ο(υ)] †̣ διὸ παρακαλοῦμεν γονυπετοῦντες
τὸ διαβεβοημένον ὕ(*)ψος ὑ(*)μῶν, ὅπερ ἑωράκαμεν ὡς τὸν \Θέον/ ὀψόμενοι, καὶ ἐνορκο(ῦ)ντες κατὰ τῆς ὑ(*)μῶν ὑ(*)περβαλλο(ύ)σης σωτηρίας καὶ τῆς τῶν εὐτυχεστ(ά)τ(ων) καὶ εὐκλεεστάτ(ων) ὑ(*)μῶν τέκνων προκοπῆς τ̣ε̣ καὶ ἀνα-
θαλλώσεως, εἰ παρασταίη προστάξαι τὸν μὲν εἰρημέ(νον) πάγαρχον ἀποπαύ[εσ]θαι ἡμῶν θυμολεοντ[ο]φθόρον ∶ ἔπειτα δὲ καὶ τοὺς ἀλιτηρίο(υ)ς πλείω βαρβάρων κακούργο(υ)ς καὶ ἀ̣ρ̣χιλῃστὰς μηλονόμους
ἀ̣ν̣αιρεθῆναι σὺν ῥίζαις, ὅπως εὕρωμεν ἡσύχως βιῶναι καὶ τῶν δημοσίων ὡς ἔκπαλα[ι] προνοεῖν καὶ εὐπορεῖν καὶ εἰσπρᾶξαι αὐτὰ εὐκόλως, ὅπως τούτο(υ) τύχοντες το(ῦ) μεγίστου ἐξ ὑ(*)μῶν ἀγαθο(ῦ),
[ἐν]δελεχῆ αἰων[ί]ω̣ς̣ ε[ὐ]χὴν καὶ πρεσβείαν ἀνατείνωμεν ὑ(*)πὲρ διαμονῆς ὑ(*)μῶν καὶ σωτηρ[ί]ας, ἀεὶ πανένδοξοι τ[  ̣  ̣  ̣]τ(  ) στρατηλ(άται) ὑπ(ερ)φυέστατ(οι) ὕ(*)πατοι πανεύφημ(οι) πατρίκιοι διασημώτ(ατοι)(*) δοῦκες καθαρώτ(ατοι) αὐγουστάλ(ιοι) κύριο[ι]
25ἀ̣ε̣ὶ̣ τῆς ἐπαρχ[είας] †̣ \α̣ω̣/ γ̣ε̣

Apparatus


^ msup.1. φλαυϊω papyrus
^ msup.1. ϊουλ[ιαν]ω papyrus
^ msup.1. ϊουστινο(υ) papyrus
^ msup.2. l. ἐλεεινοτάτων : ελεϊνοτατων papyrus
^ msup.2. ϋμων papyrus
^ msup.2. ϋπο papyrus
^ msup.2. ϋμων papyrus
^ 1.1. ϋμων papyrus
^ 1.3. l. ἀληθινὸν
^ 1.4. ϋμ[ῶν] papyrus
^ 1.4. ϋψοσ papyrus
^ 1.5. ὡν papyrus
^ 1.7. ϋμων papyrus
^ 1.7. l. νουνεχείας
^ 1.7. l. ἀποκαταλήπτου
^ 1.9. ϋμων papyrus
^ 1.9. ϊχνων, papyrus
^ 1.9. ϋμων papyrus
^ 1.11. ϋμων papyrus
^ 1.12. l. δεομένο(υ)
^ 1.16. ϊδικωσ papyrus
^ 1.16. l. κατʼ
^ 1.17. l. κατʼ
^ 1.18. ϊσραηλιτων papyrus
^ 1.18. ϋπαρχει papyrus
^ 1.19. \και/ὡν papyrus
^ 1.19. ϋμων papyrus
^ 2.1. ϋμων papyrus
^ 2.2. ϊλλο(υ)στριω papyrus
^ 2.2. l. λογιωτ(άτῳ)
^ 2.2. απϊεναι papyrus
^ 2.3. l. κατʼ
^ 2.3. ϋποζυγιων papyrus
^ 2.4. ϊλλ(ουστρίου) papyrus
^ 2.5. ϋστερον papyrus
^ 2.5. l. βασάνοις, corr. ex βασανοις
^ 2.6. l. ἀπαίτησας
^ 2.6. συνϊοντα papyrus
^ 2.7. ϊλλο(ύ)στριον papyrus
^ 2.7. ὡν papyrus
^ 2.8. ϊλλ(ούστριος) papyrus
^ 2.9. ϊππον· papyrus
^ 2.10. ματαϊν papyrus
^ 2.10. ϋμων papyrus
^ 2.10. ϊατρον. papyrus
^ 2.14. ϋπο papyrus
^ 2.14. ϋπερφυεστατον papyrus
^ 2.15. l. γενομέ(να)
^ 2.16. ϋμων papyrus
^ 2.17. ϋμων. papyrus
^ 2.17. ϊδου papyrus
^ 2.17. ϋμων· papyrus
^ 2.18. l. κατʼ
^ 2.20. l. ἐνεργοῦντες
^ 2.20. l. ἐμποδίζειν
^ 2.21. ϋδατων papyrus
^ 2.23. l. τὸ ἐναντίον
^ 2.24. l. ἐπραίδευσεν
^ 2.26. ϋπο papyrus
^ 2.26. ϋ[μ]ῶ̣ν papyrus
^ 3.1. ϋμων papyrus
^ 3.1. BL 1.100 : ἀρκ[ε]θεὶσ prev. ed.
^ 3.2. l. [π(?)]αρώρων, [  ̣]αρορων prev. ed.
^ 3.7. l. ἀνελλιπῶς
^ 3.7. ϋπο papyrus
^ 3.7. corr. ex αποξυομενων
^ 3.8. ϊδιαζοντωσ papyrus
^ 3.8. ϋπο papyrus
^ 3.8. ϋμασ papyrus
^ 3.8. l. ἀληθινοὺς
^ 3.9. l. μικρὰν
^ 3.10. l. χειμῶνι
^ 3.10. l. τρώξιμα
^ 3.11. BL 8.70 : πυρεστίαις prev. ed.
^ 3.11. ϋπ̣ο̣ papyrus
^ 3.12. l. ἀνταναιρεθέντα
^ 3.12. BL 1.445 : νυκτ[ε(?)]ρ̣[ίας(?)](?) prev. ed.
^ 3.13. l. ἡμεραίας
^ 3.14. ϋστερηθημεν papyrus
^ 3.14. l. οὐχ
^ 3.14. ϋποσχειν papyrus
^ 3.16. ϋδωρ papyrus
^ 3.16. ϊδου papyrus
^ 3.17. l. σπεύδομεν
^ 3.20. μανιῶν papyrus
^ 3.21. ϋψοσ papyrus
^ 3.21. ϋμων, papyrus
^ 3.21. ϋμων papyrus
^ 3.21. ϋπερβαλλο(ύ)σησ papyrus
^ 3.21. ϋμων papyrus
^ 3.23. ϋμων papyrus
^ 3.24. ϋπερ papyrus
^ 3.24. ϋμων papyrus
^ 3.24. ϋπατοι papyrus
^ 3.24. l. διασημότ(ατοι)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.