Papyri.info

sign in

p.ant.2.96 = HGV P.Ant. 2 96 = Trismegistos 36081



DDbDP transcription: p.ant.2.96 [xml]

VIspc Antinoopolis

-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- ]  ̣  ̣  ̣[ -ca.?- ]  ̣  ̣  ̣[ -ca.?- ]
[- ca.12 -]μεν ἤδη ἐγνώσθ[η   ̣  ̣  ̣] π̣ε̣ρὶ τῆς ἐπιστασίας το[ῦ -ca.?- ]  ̣[ -ca.?- ]
σ̣ο̣[υ(?)] ἐπιστάντος ἀπὸ ὀγδόης τοῦ μηνός. ἐπειδὴ δὲ μέμνησα  ̣  ̣  ̣ξ̣α̣  ̣  ̣ πά̣ντ̣ε̣ς̣
π̣α̣ρ̣ʼ ἐ̣μ̣ο̣\ῦ/ ἕνεκεν Χριστοδώρο\υ/ τοῦ γε̣ω̣μέτρου καὶ [ἀ]ξιώσατε ἀπαιτῆσαι αὐτὸ[ν] τ̣ὸ̣
5νόμισμα ὅπερ ε̣[ἴω]θεν διδόν[α]ι τ[οῖ]ς παγάρχοις, ἀπα[ι]τῆσαι δὲ καὶ Μούσην τὸν ἀπὸ
κεφαλαιωτ\ῶ/ν(*) τὰ δ̣[ὲ] κ̣νίδια τοῦ τε μέλι̣τος καὶ τοῦ ταριχίου, ἐπειδὴ χρήζ̣[ε]ι̣
αὐτῶν. μέχρι δὲ τῆς σήμερον οὐκ ἔ̣γραψεν ὁ κοινὸς γεοῦχος. προσδοκῶ δὲ διὰ
τῆς σήμερον γράμματα τῆς αὐτοῦ με[γαλ]οπρ(επείας) τουτέστιν(*) Χοιὰκ ἑνδεκάτῃ. οὐκ ἐδόθη
λόγ̣[ο]ς τῷ κυρ(ίῳ) Διονυσίῳ ο̣ὔ̣τ̣ε τῷ κυρ(ίῳ) Φ[οιβάμ]μωνι̣ τῷ καγκελλαρίῳ καὶ ὡς λό̣γ̣ο̣ς̣
10Ἰω̣άννου̣ [  ̣]ρ̣  ̣  ̣[  ̣  ̣]ως  ̣  ̣  ̣  ̣[  ̣]. ἐστιν ὁ πρ[οσ]δοκο[ύ]μενος ἐλθεῖν καὶ διοικῆσαι τὴν̣
ἀρχὴν τοῦ νεοῦ δοῦκος ὁ̣ καὶ αὐθέντ̣η̣ς δι̣αταγματάριος. οὗτος γὰρ ὁ νῦν ἐλ̣[θ]ὼ̣ν
ἀδιοβά̣ντης αὐτοῦ ἐστιν. ἐκτὸς δὲ τῶν̣ ἀκοῶν ὑμῶν ἀπέθανεν Νόννος ὁ σχολαστικὸ\ς/
ὁ υἱ(*)ὸς Ἐπ̣ι̣φα̣νείου· καὶ προεκομί̣σ̣θ̣η̣ ἀπ̣ὸ τῆς ἐξσόδ[ου](*) τοῦ διαταγματαρί̣ο\υ/ τουτέστιν(*)
ἀ̣π̣[ὸ] ὀγδόης. εἴ τι δὲ γράφεται ἐντ[αῦ]θα μην̣ύω ὑ̣μ̣ῖ̣ν. καὶ διὰ τὸν Θεὸν πέμψα[ι]
15μοι ὀλίγον ὀψαριν(*) εἴτε ἐπὶ κτήσει <ἢ(?)> ἐ̣π̣ὶ̣ τηγάνῳ ἐπ̣[ε]ι̣δὴ οὐ̣κ εὑρί̣σκ̣ω ἐνταῦθ̣[α].
[οἱ] γὰρ ἁ̣λιεῖς τῶν ἐνταῦθα ἔπεμψα̣[ν πάντα] πρὸς τὸν κόμ(ητα) ἐν Ἀντινό̣ο̣\υ̣/. αἰτ̣[εῖ]
μ̣ε̣ Μηνᾶς γράψαι ὑμῖ[ν] περὶ τοῦ κα̣[μ]ισίο̣υ̣ αὐτοῦ καὶ γ̣ν̣[  ̣]ε̣[ -ca.?- ]ε̣παξομ̣[ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 6. corr. ex κεφαλαιωτ⟦η⟧ν
^ 8. l. τοῦτό ἐστιν
^ 13. υϊοσ papyrus
^ 13. l. ἐξόδ[ου]
^ 13. l. τοῦτό ἐστιν
^ 15. l. ὀψάριον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.