Papyri.info

sign in

p.ant.2.95 = HGV P.Ant. 2 95 = Trismegistos 36080



DDbDP transcription: p.ant.2.95 [xml]

VIspc Antinoopolis

r
† καὶ ἄλλοτε γέγραφα τῇ ὑμετέρᾳ ἀδελφικῇ δεσποτείᾳ διὰ τοῦ συμμάχου τῶν
διακονητῶν περὶ τοῦ ἀναλ̣[ώ]ματος αὐτῆς. παρακαλῶ δὲ α[ὐτ]ὴ̣[ν σ]υ̣[ν]ε̣χ̣ῶς γράψαι μοι
τὴν ὑγίειαν αὐτῆς̣   ̣  ̣ει[  ̣]  ̣[  ̣]πρ̣[ -ca.?- ]  ̣  ̣  ̣  ̣[ -ca.?- ]  ̣[  ̣  ̣] π̣αρακαλῶ δ[ὲ] α̣ὐτ̣ὴ̣ν̣ ἐ̣ὰν
σὺν Θεῷ οὐκ ἀ̣ν̣έλθῃ ἡ [σὴ ἀδελφικὴ δεσποτεία] γρ̣άψαι μοι τὸ ἐντολικὸν αὐ̣τ̣[ῆς ἵνα]
5εὕρω ἀντιποιηθῆν[α]ι̣ τῶ̣[ν] λ̣ο[ιπ]ῶν ὑπ[ολει]φθέντων ἡμῖν πραγμάτων καὶ μ̣ὴ
κλεισθῇ ἡ οἶκος ὑμῶν. γ̣ράψῃ μ̣[ο]ι̣ δὲ τὸ τ̣ί θέλει εἰς λόγον αὐτῆς καὶ εἰς λόγον
τῶν δούλων αὐτῆς εἰς γνῶσιν καὶ πέμψω αὐτῇ ἵνα μὴ ἀναγκασθῇ ἀλλαχόθεν
δανεῖσθαι καὶ δοῦναι διπλὰ εἰς ἁπλά. παρακαλῶ δὲ αὐτὴν γράψαι τῇ κοινῇ
δεσποίνῃ τῇ μητρὶ ὑμῶν ὅπως ἀνέλθῃ ἐπεί, μὰ τὸν δεσπότην Θεόν, ἐν Ὀξυρύγχῳ̣
10ἐστὶν ἐξ οὗ κατῆλθεν εἰς Ἀλεξάνδρειαν ἡ σὴ λαμπρὰ ἀδελφότης κλαίουσα
καὶ θλιβομένη καὶ ἀναιιζομένη(*) ὡς προ̣εῖπον ἐξ οὗ ἐξῆλθεν ἀπʼ αὐτῆς.
παντὶ οῦ̣ν τρόπῳ ει̣ π̣ρ̣ο̣κ̣  ̣  ̣σ̣χ̣  ̣[  ̣  ̣]κ[  ̣  ̣  ̣  ̣  ̣ ἀ]νελθεῖν ἡ σὴ λαμπρὰ ἀδελφότης
τ̣έως̣ ποιῆσαί μοι τὸ ἐντολικὸν ἵνα ε̣ὕ̣ρω προθύμω̣ς Θεοῦ συνπράττοντος̣
καὶ συνάρσει τοῦ κυρίου Κοσμᾶ τοῦ ἐμβολ[ά]τ̣ορος φροντίσαι τῶν λοιπῶν ὑπο-
15λειφθέντων ἡμῖν πραγμάτων. ταῦτα γράφω πλεῖστα προσκυνῶν καὶ
ἀσπαζόμενος τὰ ἴ(*)χνη τῆς ὑμετέρας λαμπρᾶς ἀδελφότητος ἄχρι θέας, δέσπο(τα).
v
Traces

Apparatus


^ r.11. l. ἀνιαζομένη
^ r.16. ϊχνη papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.