Papyri.info

sign in

cpr.1.11 = HGV CPR 1 11 = Trismegistos 9820



DDbDP transcription: cpr.1.11 [xml]

AD108 Soknopaiou Nesos

r
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ μηνὸς Ἀπελλαίου ιβ Φαῶφι ιβ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ
[Ἀ]ρσινοείτ[ου] νομοῦ· ὁμολογοῦσιν ἀλλήλοις Στοτοῆτις ὡς ἐτῶν τριάκοντα
πέντε οὐληι(*) μετώπωι ἐξ ἀριστερῶν καὶ Ὡρίων ὡς ἐτῶν τριάκοντα δύο
5[ο]ὐλὴ μετώπῳ μέσωι ἀμφότεροι Πανεφρόμμεως διειρῆσθαι(*) πρὸς ἑαυτοὺς
[ἀ]πὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον ἑκατέρῳ αὐτῶν τέταρτον
μέρος κοινὸν κ[αὶ] ἀδιαίρετον οἰ[κί]ας {οἰκίας} ἐν ᾗ ἐλαιουργῖον καὶ αὐλῆ[ς]
καὶ ἑτέρας ὁμοίως οἰκίας καὶ τῶν συνκυρούντων πάντων ἐν κώμ[ῃ]
[Σ]οκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος καὶ ἐξ ἧς(*) πεποίηνται πρὸς ἑα[υτοὺς]
10[ἐ]ξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως ἐπανειρῆσθαι τὸν μὲν Στοτο[ῆτιν]
[π]ρὸς τῷ ἐπιβάλλοντι αὐτῷ τετάρτῳ μέρει τῆς ἀπὸ ἀπηλιώτου οἰκίας ἐ[ν ᾗ]
ἐλαιουργῖον καὶ αὐλὴ καὶ τὸ ἐπιβάλλον τῷ Ὡρίωνι τούτων τέταρτον μέ[ρο]ς
ὥστʼ εἶναι αὐτοῦ Στοτοήτιος ἥμισυ μέρος τῆς οἰκίας καὶ ἐλαιουργίου καὶ αὐλῆς
καὶ χρηστηρίων· γείτονες δὲ ὅλων καθὼς ἐκ συμφώνου ὑπηγόρευον(*) νότου
15Τεσενούφιος οἰκία, βορρᾶ εἴσοδος καὶ ἔξοδος, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου
Πισάιτος οἰκία· τὸν δὲ Ὡρίωνα καὶ αὐτὸν κεκληρῶσθαι πρὸς τῷ ἐπιβάλ-
[λο]ντι αὐτῷ τετάρτῳ μέρει τῆς ἀπὸ λιβὸς οἰκίας καὶ τὸ ἐπιβάλλον τῷ Στοτοήτι
[τ]έταρτον μέρος ὥστʼ εἶναι αὐτοῦ Ὡρίωνος ἥμισυ μέρος τῆς ἀπὸ λιβὸς οἰκίας·
[γ]είτονες δὲ ὅλης νότου Ἀπύγχειος οἰκία, βορρᾶ ῥύμη(*) βασιλικηι(*), λιβὸς εἴσοδος
20[κ]αὶ ἔξοδος, ἀπηλιώτου Στοτοήτιος τοῦ Πανεφρόμμεως οἰκία· τὰς δὲ καὶ ―
ἐκπλ[η]ρούσας ἧς κεκλήρωται ὁ Στοτοῆτις καθότι προκλει(*) μερίδος παρʼ ἣν κεκλή-
[ρω]ται ὁ Ὡρίων μερίδα ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι αὐτόθεν ἀπεσχ[ηκ]έναι
[τὸν] Ὡρίωνα παρὰ τοῦ Στοτοήτιος παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου. ἐνμενέτωσαν
[οἱ] ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν ἐν τοῖς ἑκουσίως ὡμολογη-
25[μένοις] καὶ διειρημένοις ἕκαστον δʼ αὐτῶν κρατεῖν καὶ κυριεύειν ὧν κεκλήρωται καὶ
[θέ]σθαι περὶ αὐτῶν ὡ[ς](*) ἐὰν αἱρῆται οἰκονομίας καὶ μὴ ἐπελεύσασθαι ἕτερον μηδὲ τοῦς παρʼ αὐτοῦ
[ἐ]πὶ τὸν ἕτερον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδενὸς τῶν διειρημένων μηδʼ ἐπὶ μέρος αὐτῶν
[τρ]όπῳ μηδενί· ὅτι δʼ ἂν τῶν προγεγραμμένων παρασυνγράφωσι οἱ ὁμολογοῦντες ἀπο[τισάτω]
[ὁ πα]ραβὰς τῷ ἐνμένοντι [π]αρ[α]χρῆμα τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀρ[γυρίο]υ δραχ[μὰς]
30[πεν]τακοσίας χωρὶς τοῦ τὰ προγεγραμμένα κύρια εἶναι. ὑπογραφεῖς τοῦ μὲν [Στοτ]οήτιος
[Πτο]λεμαῖος Πτολεμαί(ου) ὡς ἐτῶν ἑξήκοντα οὐλὴ πήχι(*) δεξιῷ, τοῦ δὲ Ὡρίωνος Ζωίλος Διδύμου ὡς ἐτῶν
[πε]ντήκοντα τρίων οὐλὴ ῥινὶ μέσῃ. (hand 2) Ὡρίων Πανεφρέμμεως ὁμολογῶ ἐπ[ε]νηνο-
[χέν]αι(*) τὴν πρὸς τὸν ἀδελφόν μου Στοτοῆτιν διαίρεσι[ν καὶ] ἀπέ-
[σχο]ν τὰς πρηρούσας(*) ἀργυρίου δραχμὰς διακοσίας ἴκοσι(*) καὶ εὐ[δό]κημαι(*)
35[τῇ] διαιρέσει καὶ οὐκ ἐπελεύσομαι καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐ[το]ῦ Ζωίλος
Διδύμου μὴ εἰδότος γράμματα. (hand 3) Στοτοῆτις Πανεφρέμεως(*) ὁμολογῶ ἀπε-
[νηνοχέναι τὴν] πρὸς τὸν ἀδελφόν μου Ὡρίωνα διαίρεσιν [καὶ   ̣  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣ καὶ οὐκ] ἐπελεύσομαι καθὼς πρόκειται. ἔγραφον ὑπὲρ αὐτοῦ
[Πτολεμαῖ]ος Πτολεμαίου μὴ εἰδότος γράμματα.
40(hand 1) ἐν Πτολεμ(αίδι) Φαῶ(φι) ιβ
v,sigl
(ἔτους) ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ
Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
v,ctr
Μάρω(ν) σεση(μείωμαι).

Apparatus


^ r.4. l. οὐλὴ
^ r.5. l. διῃρῆσθαι
^ r.9. BL : ἑξῆς prev. ed.
^ r.14. corr. ex υπηγορευεν
^ r.19. l. ῥύμη
^ r.19. l. βασιλική
^ r.21. l. πρόκειται
^ r.26. BL 1.451 : ἃ[ς] prev. ed.
^ r.31. l. πήχει
^ r.32-33. l. ἀπ[ε]νηνο|[χέν]αι
^ r.34. l. πληρούσας
^ r.34. l. εἴκοσι
^ r.34. l. ηὐ[δό]κημαι
^ r.36. corr. ex πανεφρεμμεως

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.