Papyri.info

sign in

P. Chic. 5 = Trismegistos 60595 = LDAB 1719



DCLP transcription: 60595 [xml]

ἄ̣λ̣[λοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ]
[εὗδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος,]
ἀ̣λ̣λ̣’ [ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα]
τιμ[ήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.]
5ἥδε δ[έ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,]
πέμ[ψαι ἐπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·]
καί μ[ιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·]
——
βάσ[κ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·]
ἐλθὼ̣[ν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο]
10πάν[τα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·]
θωρῆ[ξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς]
πασσυ[δίῃ](*)· [νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν]
Τρώω[ν· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες]
ἀθά[νατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας]
15Ἥρη λ[ισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται.]
ὣς φά[το, βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·]
καρ[παλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,]
βῆ δ’ [ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν]
ε̣ὕ̣[δοντ’ ἐν κλισίῃ, περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος.]
20σ̣[τῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 12. l. πανσυ[δίῃ]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.