Papyri.info

sign in

Trismegistos 60346 = LDAB 1467 = michigan.apis.2630



DCLP transcription: 60346 [xml]

-- -- -- -- -- -- -- -- -- --
1[πε]ν[τηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,]
ἥμισυ δ[ὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.]
πολλὰ δ[έ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεύς]
οὐδοῦ ἐπεμβε[βαὼς ὑψηρεφέος θαλάμοιο]
5σείων κολλητ[ὰς σανίδας γουνούμενος υἱόν·]
[πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ]
[ἐλλίσ]σονθʼ· ὃ δὲ [μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,]
[οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·]
[ἀλλʼ οὐδʼ] ὧς τοῦ θυμὸ[ν ἐνὶ στήθεσσιν ἔπειθον,]
10πρίν γʼ ὅτε δὴ θάλαμ[ος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων]
βαῖνον Κουρῆτες κ[αὶ ἐνέπρηθον μέγα ἄστυ.]
καὶ τότε δὴ Μελέαγρ[ον ἐΰζωνος παράκοιτις]
λίσσετʼ ὀδυρομένη, [καί οἱ κατέλεξεν ἅπαντα]
κήδεʼ, ὅσʼ ἀνθ[ρώ]ποισι π[έλει τῶν ἄστυ ἁλώῃ·]
15ἄνδρασι(*) μὲν κτείνου[σι, πόλιν δέ τε πῦρ ἀμαθύνει,]
[τέκ]να δέ τʼ ἄλλοι ἄγο[υσι βαθυζώνους τε γυναῖκας.]
[τοῦ] δʼ ὠ[ρί]νετο θυμ[ὸς ἀκούοντος κακὰ ἔργα,]
[βῆ δʼ ἰέναι, χ]ροὶ δʼ ἔν[τεʼ ἐδύσετο παμφανόωντα.]
[ὣς ὃ μὲν Αἰτωλ]οῖσ[ιν ἀπήμυνεν κακὸν ἦμαρ]
20[εἴξας ᾧ θυμῷ· τῷ] δʼ οὐ[κέτι] δῶ[ρʼ ἐτέλεσσαν]
[πολλά τε καὶ χαρίε]ντ[α, κα]κὸν [δʼ ἤμυνε καὶ αὔτως.]

Apparatus


^ 15. l. ἄνδρας

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.